Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

622. στάν τε ποτὶ πνοιήν] ὅτι σαφὲς ὅτι οὗτοι πρὸς τῇ θαλάσσῃ νενεωλκήκασιν.

*οὕτω διὰ τοῦ τε.

627. *ἥ σφωῖν] ἐγκλιτικῶς ἀναγνωστέον, ἵνα δηλωθῇ τρίτον πρόσωπον.

*ἐνʼ αὐτῆς] γράφεται ἐπʼ αὐτῇ.

630. *ὅτι πᾶν προσόψημα ὄψον οἱ ἀρχαῖοι.

ποτικὸν ὄψον, ὅ ἐστι προσφάγιον δίψους παρασκευαστικόν. πᾶν δὲ τὸ μετὰ ἄρτου ἐσθιόμενον ὄψον καλεῖται· ὀψὲ γὰρ ταύτην προσήγοντο τὴν τροφὴν, ἕωθεν δὲ ἀκρατίσμασι· διὸ καὶ ἡ διπλῆ. ἔστι δὲ τὸ κρόμυον καὶ πρὸς τὰ μὴ καλὰ ἁρμόζον ὕδατα, ὡς ἀλεξι- φάρμακον.

631. χλωρὸν] πρόσφατον, νέον· οὕτω γὰρ καὶ ἡμεῖς χλωρὸν τυρὸν λέγομεν τὸν νέον.

ἀλφίτου ἱεροῦ ἀκτήν] ἤτοι περιφραστικῶς ἄλφιτα ἢ ἄρτον ἀπὸ τοῦ κατασκευάσματος, ὅ ἐστιν ἀλεύρου. δηλοῖ δὲ ἡ λέξις ὁτὲ μὲν τὸ ἄλευρον ἀπὸ τοῦ κατάσσεσθαι καὶ ἀλεῖσθαι τὸν σῖτον, ὁτὲ δὲ τὸν αἰγιαλόν ἀπὸ τοῦ περικατάσσεσθαι αὐτῷ τὰ κύματα.

632. δέπας περικαλλές] τὴν κατασκευὴν τοῦ ποτηρίου Ἀρίσταρ- χος τοιαύτην εἶναί φησι. πρῶτον μὲν περίμηκες αὐτὸ εἶναι, καὶ δύο πυθμένας ἔχειν, οὐχ ἕτερον ἐξ ἑτέρου, ὥς τινες, ἀλλʼ ἑκατέρωθεν τῶν τεσσάρων ὤτων οὐκ ἐξ ἴσου τὰ διαστήματα εἶναι, ἵνα μὴ κατὰ πόσιν ἐναντίον τοῦ στόματος λαμβάνηται, ἀλλʼ ἑκατέρωθεν τοῦ ποτηρίου [*](3. εἰδικῷ] ἰδικῷ 25. *τοῦ om. 6. Εὐρυμέδων] εὐρυμμέλων *δὲ] om. 8. εἵματα] ήματα 30. κατὰ πόσιν Lehraius Arist. 11. οὕτω διὰ τοῦ τε] Id est divi- p. 198] κατόπιν sim στάν τε, non στάντε. 31. ἑκατέρωθεν τοῦ ποτηρίου Lehr- 17. *ὁψὲ γὰρ—ἀκρασίσμασι] om. sius] ἑκατέρωθεν ποτήριον)

401
δύο καὶ δύο. τούτων δὲ ἅπτεσθαι μακρὰν πελειάδα μίαν ἑκατέρωθεν· ἀντεστραμμέναι δέ εἰσιν αὑταῖς, ἀνὰ μέσον δὲ αὐτῶν δύο· κατὰ γὰρ ἕκαστον τῶν ἄτων τοσαύτας φησίν· εἶναι γὰρ ώσεὶ φιάλην κοίλην, ὥστε ταῖς δύο χερσὶν ὑπολαμβάνοντας τῶν ὤτων προσλαμβάνεσθαι.

*ὅτι ἀντὶ τοῦ ἤγαγεν κατὰ μεταφορὰν ἀπὸ τῶν ἐμψύχων.

634. *οὕτως ἀπὸ λαβῆς.

*διχῶς Ἀρίσταρχος, ἦγʼ ὁ γεραιός καὶ εἶχʼ ὁ γεραιός.

635. πρὸς τὴν κατασκευὴν τοῦ ποτηρίου, ὅτι δεδιπλασιασμένον αὐτὸ ὑποτίθεται· τέσσαρα γὰρ ὑτα καὶ δύο πυθμένας. Ἀρίσταρχος δὲ τὴν ὑπό συντάσσει τῷ ἦσαν, καί φησιν ὑπῆσαν οἱ πυθμένες. οὕτως καὶ Ἀλεξίων.

636. ἄλλος] ὁ Ἀσκαλωνίτης ψιλοῖ, καί φησιν ὅτι ἐπὶ τοῦ γέροντος κεῖται· ἄλλος μὲν γὰρ ἄν τις αὐτὸ μόγις ἐκίνησε γέρων, Νέστωρ δʼ ὁ γέρων ἀμογητὶ ἄειρεν. πολὺ πρότερον δὲ οὕτως καὶ Ἀρίσταρχοε. τινὲς δὲ βούλονται δασύνειν τὸ ὰ καὶ ἐκτείνειν, ἴνʼ ἦ ὁ ἄλλος μὲν μογέων, τουτέστιν ὁ Μαχάων. ἡμεῖς δὲ ἐκεῖνο παραφυλάξαι ἔχομεν, ὡς ὅτι παρὰ τῷ ποιητῇ οὐ δύναται ἡ τοιαύτη κρᾶσις εἶναι· εἷ γὰρ καὶ κρᾶσιν ἠβούλοντο, παραλαμβάνειν ἐχρῆν εἰς τὸ 9, ὁμοίως τῷ “οἴχετʼ ἀνὴρ ῶριστοςʼ (288). εἰσὶ δὲ οἳ διέστειλαν ἀλλʼ ὅς, τὸ ὅς δασύνοντες, ἀλλʼ ὃς μὲν μογέων, ἵνα τὸ αὐτὸ ὑπάρχ) νοητόν· ἐπὶ γὰρ τοῦ Μαχάονος πάλιν βούλονται τὴν διαστολὴν λαμβάνειν. ἡμεῖς δὲ συγκατατιθέμεθα τῷ Ἀριστάρχῳ ψιλοῦντι, ἐπεὶ βούλεται ὁ ποιητὴς καὶ διὰ τούτου τὸ εὔρωστον τοῦ γέροντος παριστάνειν.

πρὸς τὸ ζητούμενον, πῶς ὁ γέρων ἀμογητὶ, οἱ δὲ ἄλλοι μετὰ κακοπαθείας.- οὐ δέ’ δὲ οὕτε δασύνειν τὴν προφορὰν οὕτε ἐπαίρειν τὴν προσῳδίαν, ἀλλὰ νοεῖν ὅτι καὶ τοῦτο τῶν ἐπαίνων λεγομένων έέστορός ἐστι, καθάπερ καὶ τὸ “Νέστωρ δὲ πρῶτος κτύπον ἄῖε φώνησέν τε” (Il. 10, 532).

639. οἴνῳ Πραμνείῳ] ἤτοι τῷ πραύνοντι τὰς φρένας, ἢ παλαιῷ, [*](1. ἅπτεσθαι Lehrsius] ἀπὸ προσλαμβάνεσθαι] I. e. ad os μακρὰν] μικρὰν Lehrsius. admovere, ut monet Lehrsius. 2. αὐτῶν] αὖ τούτων Lehrsius. 5. ἀντὶ Cobetus] ἀπὸ 3. τοσαύτας φησὶν (.Hormerus) 12. γέροντος Lehrsius] Νέστορος Lehrsius] τοσαῦτά φησι 13. γέρων post ἐκίνησε addidit εἰναι γὰρ ὡσεὶ Lehrsius] εἰναι· οὐ- Lehrsius. 26. ἐπαίνων] ἐν ἐπαίνῳ Friedl. τῷ γὰρ 4. ὑπολαμβάνοντας] ὑπολαμβά 27. ἄῖε φώνησέν τε] ἄεἰ εφνα :— νοντος Lehrsius.)

402
ἀπὸ τοῦ παραμεμενηκέναι· ἢ ἀπὸ εἴδους ἀμπέλου οὕτω καλουμένης. οἱ δὲ τὸν ἀπὸ τῶν ἀναδενδράδων εἶπον· πρέμνον γὰρ τὴν ὕφεσιν καλοῦσιν. ἄλλοι δὲ ἀπὸ Πράμνης εἶπον· ράμνη δὲ ὄρος ἐν τῇ Καρίᾳ οἰνοφόρον.

639. ἐπὶ δʼ αὅγειον κνῆ τυρὸν κνήστι χαλκείῃ] ἔκοπτε δὲ καὶ τυρὸν κνήστει χαλκείῳ, τουτέστι μαχαιρίῳ τυροτόμρ.

640. *γράφεται λευκὰ πάλυνε.

641. τὸ κυκειῶ περισπαστέον· τοῦ γὰρ κυκεῶνά ἐστιν ἀποκοπὴ, καὶ ἐπλεόνασε τὸ ῑ. κυκειὼν δέ ἐστι πολυμιγὲς ποτόν.

650. *ἄγεις] ὅτι ἀντὶ τοῦ ἤγαγες. ἤλλακται δὲ ὁ χρόνος.

652. * πάλιν ἄγγελος εἶμʼ Ἀχιλῆϊ] τινὲς ὑφʼ ἓν παλινάγ- γελος, οὐκ εὖ.

κατʼ ἰδίαν τὸ πάλιν. οὕτως Ἀρίσταρχος καὶ Ἀλεξίων καὶ ὁ Ἀσκαλωνίτης· οὕτως δὲ ἔχει καὶ τὰ τῆς ἀναγνώσεως. πρὸς γὰρ τὸ ῥῆμα ἡ σύνταξις ἐγένετο, πάλιν εἶμʼ ἄγγελος.

657. συναπτέον τῷ ἐπάνω στίχῳ. ἴσως δʼ ἄν τις ἀφʼ ἑτέρας ἀρχῆς ἀναγινώσκοι, θαυμαστικὸν ποιῶν τὸν λόγον.

διασταλτέον ἤτοι ἐπὶ τὸ οἶδε ἢ ἐπὶ τὸ πένθεος· ἔχει γὰρ ἀμφό- τερα λόγον. εἰ μὲν οὖν συνάπτοιτο τοῖς ἄνω τὸ πένθεος, λείπει ἡ περί, ὡς “ Ἕκτωρ χωόμενος Σαρπηδόνος” (Il. 16, 553). εἰ δὲ τοῖς ἑξῆς, σχῆμα ἔσται, ὅσσον πένθος· Ἀττικὴ δὲ ἡ χρῆσις καὶ ἀρχαία.

659. βεβλημένοι οὐτάμενοί τε] ὅτι συλληπτικῶς τὸ κατʼ ἀμφο- τέρων κεκοινοποίηκεν· οὐ γὰρ οἱ αὐτοὶ βέβληνται καὶ οὐτασμένοι εἰσίν. διαστέλλει μέντοι ἐν τοῖς ἑξῆς, λέγων “βέβληται μὲν ὁ Τυδείδης, οὔτασται δʼ Ὀδυσεύς.ʼ

οὐτάμενοι] Ἀρίσταρχος ὡς ἱστάμενοι καὶ κιχράμενοι, Πάμφιλος δὲ ὡς δεδαρμένοι, ἐπεὶ καὶ τὸ βεβλημένοι συντελικόν. καὶ δοκεῖ τὸ τοιοῦτον ἀπὸ ἑνικοῦ ἀριθμοῦ πολὺ πρότερον τεθεωρῆσθαι παρ αὐτῷ. φησὶ γὰρ “οὔτʼ αὐτοσχεδίην οὐτασμένος ὀξέϊ χαλκῷ” (Od. 11, 536)· συντελικῇ γὰρ μετοχῇ συντελικὴν ἐπήνεγκεν. οὕτως οὖν καὶ ἐπὶ τῶν πληθυντικῶν ἀναγινώσκειν ἔδει, εἰ μὴ ἄρα ἐκεῖνό τις ὑπὲρ τοῦ Ἀριστάρχου λέγοι, ὅτι οὐκ ἐνεστὥτα ἐκδεχόμενος οὕτως ἀνεγί- νωσκεν, ἀλλὰ παρακείμενον πεπονθότα. ἔχει δὲ οὕτως· παρὰ τὸ [*](8. κυκεῶνα Lehrsius] κυκειῶνα infra. 10. ὅτι Cobetus] οὕτως 29. ὀξέῖ χαλκῷ praecedentibus 22. τὸ delet Friedl. quae omissa sunt verbis οὔτʼ ἅρ 25. Ὀδυσεύς] ὁδυσσεύς hic et βεβλημένος addendum.)

403
οὐτῶ περισπώμενον ἐκπίπτει παραγωγὸν εἰς μι λῆγον τὸ οὔτημι, ἀφʼ οὗ ἀπαρέμφατον τὸ οὐτάναι καὶ οὐτάμεναι. ἀπὸ δὴ τοῦ οὔτημι γίνεται παθητικὴ μετοχὴ οὐτάμενος καὶ οὐτάμενοι ὡς κιχράμενοι. ἀλλʼ οὔ φαμεν ταύτην εἶναι ἐν τῇ συντάξει, ἀλλʼ ἕτερόν τι αὐτῷ σύνηθες ῥῆμα εἶναι, τὸ οὐτάζω, ὅθεν καὶ οὔτασεν ὁ ἀόριστος· οὐ γὰρ δὴ συστολὴ τοῦ οὔτησεν, ὡς πρόδηλον κἀκ τοῦ ἀπαρεμφάτου “οὐτάσαι οὐδὲ βαλεῖν” (Il. 14, 424) καὶ ἐκ τοῦ “οὔτασται δʼ Ὀδυσεύς” (661). τούτῳ δὴ τῷ οὔτασται παρέθηκε μετοχὴν τὴν οὐτασμένος “οὅτʼ αὐτοσχεδίην οὐτασμένος” (Od. 11, 535), ἥτις κατʼ ἔλλειψιν τοῦ σ ἐγίνετο οὐταμένος, προπαρωξύνθη δὲ ὑπὸ τοῦ Ἀριστάρχου διὰ τὸν χαρακτῆρα, ἐπεὶ αἱ τοιαῦται μετοχαὶ προπαρωξύνοντο, ἱστάμενος κιχράμενος· ὁ γὰρ ἀνὴρ τῷ χαρακτῆρι μᾶλλον τοὺς τόνους προσνέμει. ἄλλως τε καὶ ἡ γινομένη τοῦ σ ὕφεσις καὶ ἀναδρομὴν ἐργάζεται τόνου.

660. *δουρικλυτός] τοῦ Ὀδυσσέως τὸ ἐπίθετον, καὶ διασταλτέον μετʼ αὐτό. βραχὺ δὲ διασταλτέον μετὰ τὸ ἐών (665).

667. *πυρὸς δηίοιο] ὅτι λείπει ἡ ὑπό, ὑπὸ πυρός.

668. ἐπισχερώ] ἐφεξῆς ἄπαντες. παρίστησι δὲ διὰ τῆς λέξεως ὅτι καὶ ἐπὶ Μυρμιδόνας ἥξει ὁ κίνδυνος.

672. βραχὺ διασταλτέον μετὰ τὸ βοηλασίῃ· δύναται δὲ καὶ τοῖς ἑξῆς συνάπτεσθαι. οὕτως δὲ ἑνικῶς Ἀρίσταρχος, βοηλασίῃ.