Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

532. λιγυρῇ] τῇ ὀξὺν ἦχον ἀποτελούσῃ, ἢ λιγεῖς καὶ ὀξεῖς τοὺς ἵππους ποιούσῃ κατὰ τὸν δρόμον.

ἀίοντες] ὅτι τῷ εἴδει τὸ γένος δεδήλωκε· τὸ γὰρ ἀίοντές ἐστιν ἀκούοντες, θέλει δὲ εἰπεῖν ἐπαισθόμενοι τῆς πληγῆς· ἡ γὰρ ἀκοὴ εἴδός ἐστι τῆς αἰσθήσεως.

536. ἂς ἄρʼ] οὐ χωριστέον τὸν ἑξῆς ἐπιφερόμενον “αἵ τʼ ἀπʼ ἐπισσώτρων.” ὁ γὰρ λόγος οὗτος, ἃς αἱ ῥανίδες ἔβαλλον αἱ ἀπό τε τῶν ἱππείων ὁπλῶν καὶ αἱ ἀπὸ τῶν ἐπισσώτρων.

537. *αἵ τʼ ἀπʼ ἐπισσώτρων] οὕτως κατὰ συναλοιφὴν ἐν ταῖς Ἀριστάρχου.

538. *οὕτως Ἀρίσταρχος, ῥῆξαί τε, διὰ τοῦ τέ.

539. μίνυνθα δὲ χάζετο δουρός] ἐκεῖθεν, ὅπου ἦν ὁ Αἴας, ἔλασσον δόρατος βολῆς ἀνεχώρει.

ἐπʼ ὀλίγον, φησὶ, τῆς βολῆς τοῦ δόρατος ὑπεχώρει, ἀντὶ τοῦ οὐδὲ ἐπʼ ὀλίγον, ἀλλʼ ἀεὶ συνεπλέκετο. (Margo exter.)

*δουρός] Ἀρίσταρχος δουρί κατὰ δοτικήν.

540. *διὰ τὸν Αἴαντα, ὅπερ καὶ ἐπάγει Αἴαντος δʼ ἀλέεινε καὶ τὰ ἐξῆς.

545. ὄπιθεν δὲ σάκος βάλεν] ὅτι ἐκ τελαμώνων ἀνήρτηντο αἱ ἀσπίδες· οὐ γὰρ ἂν ἄλλως ἠδύνατο εἰς τοὐπίσω μεταλαμβάνεσθαι.

546. *τὸ ἐφʼ ὁμίλου βέλτιον τοῖς ἐπάνω προσδιδόναι. Ἀριστο- φάνης δι’ ὁμίλου.

548. ὅτι ἀπὸ τούτου Ζηνόδοτος ἀθετεῖ ἕως τοῦ “ἤῖε πόλλʼ ἀέκων” (557), ἴσως ὅτι νῦν μὲν λέοντι παραβέβληκεν, ἑξῆς δὲ ὄνῳ. ἔστι δὲ πρὸς διάφορα σημαινόμενα· ὁ μὲν γὰρ λέων πρὸς τὴν πρᾶξιν, ὁ δὲ ὄνος πρὸς τὴν ὑπομονήν· καὶ γὰρ τοῦτον ἐπιτριβῆ πληγῶν λαμβάνει.

διὰ τί ὁτὲ μὲν λέοντι, ὁτὲ δὲ ὄνῳ παραβάλλει τὸν Αἴαντας ῥητέον οὖν ὅτι αἱ μὲν παραβολαὶ τριῶν ἕνεκα γίνονται, αὐξήσεως, ἐναργείας, σαφηνείας· εἰς τὸ πρόσφορον δὲ ἓν ἑκάτερον διετήρησεν ὁ ποιητὴς, εἰπὼν Αἴαντα καὶ φονεύοντα λέοντος δίκην καὶ τῶν πολεμίων ἀνα- χωρεῖν ὡς ὄνον. ταῖς γὰρ φύσεσι τῶν ζῴων καὶ τὸ ὀκνηρὸν πρὸς φυγὴν καὶ τὸ ταχὺ πρὸς μάχην τοῦ ἥρωος δεδήλωκεν.

[*](30. Scholion Porphyrii, cuius nomen in aliis libris praescriptum.)
398

549. *ἐσσεύοντο] οὕτω διὰ τοῦ ο ἐσσεύοντο.

551. κρειῶν] περισπαστέον· ἡ γὰρ κρεῶν γενικὴ ἐπλεόνασε τῷ 1, ἥτις περισπᾶται διὰ τὸ ἔχειν ἐντελεστέραν τὴν κρεάων.

553. *ἀντίοι] Ἀρίσταρχος διὰ τοῦ ν ἀντίον.

557. *περὶ γὰρ δίε νηυσὶν] ὅτι ἀντὶ τοῦ περὶ τῶν νεῶν τῶν Ἀχαιῶν.

559. ῥόπαλα] ξύλα ἐκ τοῦ ἑτέρου μέρους παχύτερα, καὶ τὸ ἕτοιμον εἰς τὸ ἕτερον μέρος τὴν ῥοπὴν ἔχοντα· ἢ ἐκ τοῦ ῥαπίζειν, ἢ τῇ ῥοπῇ, ὅ ἐστι τῇ φορᾷ, ἀλλοιοῦν καὶ συντρίβειν. συνήθη δὲ πληγῶν θέλει αὐτὸν παραστῆσαι, ἵνα δείξη αὐτοῦ τὸ γενναῖον.

ὅτι δοκεῖ μάχεσθαι· εἰ γὰρ κατεάγη πολλὰ περὶ αὐτὸν ῥόπαλα, οὐ δύναται ἡ βία τῶν τυπτόντων νηπία εἶναι. ἀλλʼ ἔστι τοιοῦτο τὸ λεγόμενον, ᾧτινι πρότερον κατεάγη ῥόπαλα πολλὰ, ὥστε ἐντριβῆ αὐτὸν πληγῶν εἶναι· διὸ ἡ τῶν παίδων βία ἀσθενὴς αὐτῷ φαίνεται.

562. ὅτι σπουδῇ λέγει ἀντὶ τοῦ μόλις καὶ μετὰ πολλῆς κακο- παθείας· καὶ ὅτι ἐκορέσσατο εἶπεν ἀντὶ τοῦ ἐκορέσθη.

564. * τηλέκλητοι] Ἀρίσταρχος πολυηγερέες τʼ ἐπίκουροι.

568. πρὸς τὸ ὁτὲ δὲ τρωπάσκετο.

569. πάντας δὲ προέεργε] ἤτοι ἐκώλυε τοὺς Τρῶας ἐμπίπτειν ταῖς ναυσὶν, ἢ προετρέπετο τοὺς Ελληνας ἀναχωρεῖν.

572. πρὸς τὴν ἐξήγησιν τοῦ “ὁ δὲ χασσάμενος πελεμίχθη” (Il. 4, 535)· ἀναχωροῦντες γὰρ τὰ ἐμπεπηγότα δόρατα ταῖς ἀσπίσι διετίνασσον.

573. *βραχὺ διασταλτέον ἐπὶ τὸ μεσσηγύ.