Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

427. *ἐκ τριῶν μερῶν τοῦ λόγου ὅλος ὁ στίχος.

430. δόλων ἆτ᾿ ] ὅτι ἐμφαίνει τὸν Ὀδυσσέα ἐξ ἱστορίας παρει- ληφὼς δόλιον καὶ ἐπὶ τούτῳ διαβεβλημένον.

431. * Ἱππασίδῃσι] γράφεται Ἱππασίδηῖν.

432. καὶ τεύχεʼ ἀπούρας] ὅτι ἀκαίρως προσέρριπται τὸ ἡμιστί- χιονʼ οὐ γὰρ ἐπιτρέπει τὰ τῆς περιστάσεως σκυλεύειν. ἔφαμεν δὲ τὴν διὰ τοῦ δε ἐπέκτασιν προπερισπᾶσθαι, εἰ ἔχοι πρὸ τέλους φύσει μακράν· διὸ σημειούμεθα τὸ “τώδε δὲ νῶι” (Il. 8, 109) παροξυνό- μενον.

437. οὕτω χροός αἱ Ἀριστάρχου· Ζηνοδότειος δέ ἐστιν ἡ χρόα. στικτέον δὲ ἐπὶ τὸ ἔργαθεν· τὸ γὰρ λεγόμενον τοιοῦτόν ἐστι, τὸ δόρυ διελθὸν τὴν πανοπλίαν ὅλον τὸν ἐπὶ ταῖς πλευραῖς χρῶτα ἐχώ- ρισεν αὐτῶν, οἷον διέσπασε τὰς σάρκας ἀπὸ τῶν ὀστῶν. οὐ μὴν εἴασεν ἡ Ἀθηνᾶ κατὰ βάθος ἐλθεῖν, ὥστε τῶν ἐντοσθιδίων ἅψασθαι.

439. γνῶ δʼ Ὀδυσεύς] αἱ Ἀριστάρχου οὕτως τέλος, καὶ σχεδὸν ἅπασαι· ἔγνω ἵτι οὐ κατὰ καίριον τέλος ἦλθεν ἡ πληγὴ, οὐκ εἰς [*](2. Φιλότιμος ἰατρὸς] Idem sim- codicis Townl. κατὰ πρόσμησιν pliciter nominatur p. 340, 1 in A, (corrige πρότμησιν) διὰ τοῦ σ, ἔν τισι ubi alii codices Φ. σοφιστής, pro quo κεῖται τὸ P (i. e. πρότμητιν vel προτ- Φιλότιμος ἰατρός potius scribi debe- μῆτιν). bat. Fuit medicus clarissimus, de 13. τούτῳ Bekkerus] τοῦτο quo vid. Fabr. Bibl. Gr. vol. 13 18. δὲ νῶῖ: Lehrsius Herod. p. 256] δʼ ἐνόει 10. πρότμηστιν] Photius p. 464. 20. οῦτω Cobetus] ὅτι 24, πρότμηστιν: ὀμφαλόν, post πρότ- 20, 25. In marg. inter. Ἀρί- μησις: ὁ κατὰ τὸν ὀμφαλὸν τόπος. σταρχος χροός et Ἀρίσταρχος τέλος. Hesychii glossae quattuor sunt, 23. αὐτῶν—διέσπασε Bekkerus] πρότμησιν (ex hoc loco), πρότμησις, αὐτῷ—διέστασε προσμητόν, προτμῆτις. In scholio)

393
καίριον τόπον ἐτελεύτα. Ζηνόδοτος δὲ γράφει βέλος, κακῶς· οὐ βέβληται δὲ, ἀλλʼ ἐκ χειρὸς πέπληγε· λέγει δὲ τέλος τὸ τῆς ζωῆς.

441. ἆ δείλʼ] ἐπεὶ μετὰ τὰς προσαγορευτικὰς ἀνάγκη στίζειν, ὡς καὶ ἡ συνήθεια μαρτυρεῖ στίζουσα μετὰ τὴν δευτέραν λέξιν, οὐκ ἔστι δὲ πλήρης, ἀλλὰ συνήλειπται, οὕτως δὲ ἡμῶν ἀναγινωσκόντων πεπονθυῖαν τὴν λέξιν βαρβαρισμὸς γίνεται, εἴτε ὀξύνοιμεν εἴτε περι- σπάσοιμεν, ἀναγκαίως ἐκ πλήρους γράφειν τὴν λέξιν, ἆ δειλέ, δεῖ, ἵνα καὶ ἡ στιγμὴ καὶ ὁ τόνος ἀναλόγως καὶ Ἑλληνικῶς ἔχῃ. οὕτως δὲ καὶ Ἀρίσταρχος ἔγραφεν ἐκ πλήρους, ὡς Δίδυμος μαρτυρεῖ· τὸ μὲν γὰρ μέτρον οὐκ ἂν δόξαι βλάπτεσθαι τοῦ στοιχείου προστεθέντος, ἐπεὶ ὅταν δέῃ ὑγιὲς αὐτὸ παριστάναι, πάλιν ἀφαιρεθήσεται, ὡς “βουκόλε ἐπεὶ οὔτε κακῷ” (Od. 20, 227) “ἢ οὐ μέμνῃ ὅτε τʼ ἐκρέμω” (Il. 15, 18). οὕτως δὲ καὶ ἐν τοῖς ἐξῆς “ἆ δειλὲ, οὐ μὲν σοί γε (452).

445. κλυτοπώλῳ] τῷ ἰσχυροὺς καὶ ὀνομαστοὺς ἵππους ἔχοντι, ὅτι οὐδεὶς τὸν θάνατον διαφυγεῖν δύναται.

446. φύγαδε ὡς οἴκαδε. ἰσοδυναμεῖ δὲ τῷ εἰς φυγὴν, οὐ μὴν ἐν τῷ “τοὺς ἕλεν, οἱ δʼ ἄλλοι φύγαδε μνώοντο ” (Il. 16, 697)· ἀντὶ γὰρ αἰτιατικῆς οὐ μετὰ τῆς εἰς, διὸ καί τινες ὑπέλαβον μὴ καὶ δύο μέρη λόγου εἰσίν. οὕτως Ἡρωδιανὸς ἐν τῇ καθόλου.

451. *ἐκ πλήρους Ἀρίσταρχος ὦ Σῶκε.

τέλος θανάτοιο] πρόδηλον κἀκ τούτου ὅτι γραπτέον “ τέλος κατα- καίριον” (439). Ζηνόδοτος δὲ γράφει πάλιν φθῆ σε βέλος θανάτοιο.

454. ὠμησταί] Ἀρίσταρχος ὡς ἀθληταί, Τυραννίων δὲ ὡς κομῆ- ται, σύνθετον ἐκδεχόμενος τὴν λέξιν. ἄμεινον δὲ λέγειν ὡς ότι τὰ εἰς της λήγοντα, τῷ η παραληγόμενα, ἔχοντα πρὸ τοῦ τ τὸ σ, ὑπὲρ δύο συλλαβὰς ὄντα ὀξύνεται, ἑρπηστής ὀρχηστής. οὕτως οὖν καὶ ὠμηστής.

ἐρύουσιν] προπαροξύνεται· ἐνήλλακται γὰρ ὁ ἐνεστώς χρόνος ἀντὶ μέλλοντος· οὕτως καὶ Ἀρίσταρχος. ὁ δὲ Ἀλεξίων περισπᾷ, οὐκ εὖ, ἐπεὶ, φησὶν, ἐν τῷ ἑξῆς στίχῳ ὁ μέλλων παρελήφθη περι- [*](6. συνήλειπται Bekkerus] συνεί- 27. ἐκδεχόμενος Lehrsius] ἐκδεχό- ληπται μενοι 18. ἐν addidit Lehrsius. λέγειν Vill.] λέγει)

394
σπώμενος· “ αὐτὰρ ἐπεί κε θάνω, κτεριοῦσί με δῖοι Ἀχαιοί.” ἔλαθε δὲ τὸν ἄνδρα ἡ τοιαύτη ὕφεσις τοῦ σ Ἀττικὴ οὖσα καὶ περισπῶσα τοὺς μέλλοντας διά τι αἴτιον, εἰ παραλήγοιτο τῷ ι συνεσταλμένῳ, ὅπερ καὶ ἐπὶ τοῦ “τόνδε δʼ ἐγὼ κομιῶ” (Od. 15, 546). τὸ μέντοι ἐρύω οὐ δύναται ἔχεσθαι ταύτης τῆς φύσεως, ἀλλʼ ἔστιν ἐνεστὼς ἀντὶ μέλλοντος.

455. * Ἀρίσταρχος αὐτὰρ ἔμʼ εἴ κε θάνω.

οὕτως Ἀρίσταρχος διὰ τοῦ μ, ἔμʼ εἴ κε θάνω. ἡ δὲ διὰ τοῦ π, ἐπεί κε θάνων, γραμματιστῶν.

456. πρὸς τὴν ἀμφιβολίαν, πότερον ἐκ τοῦ Σώκου χρωτὸς τὸ ἑαυτοῦ ἔγχος εἷλκεν ὁ Ὀδυσσεὺς, ἢ ἐκ τοῦ ἰδίου χρωτὸς τὸ τοῦ Σώκου δόρυ· ὃ καὶ ἔστιν ὑγιές· λέγει γὰρ “κῆδε δὲ θυμόν” οὐ τοῦ νεκροῦ, ἀλλὰ τοῦ Ὀδυσσέως· τὸ δὲ ἑαυτοῦ ἔγχος εἴασεν οὕτως. κατὰ δὲ τὸ τέλος τοῦ στίχον βραχὺ διασταλτέον· τὸ γὰρ τοῦ Σώκου δόρυ ἐκ τοῦ ἰδίου χρωτὸς ἐξέλκει. μένει μὲν οὖν ἡ ἀμφιβολία καὶ οὕτως, ἐπεὶ μὴ πρόσκειται τὸ τίνος χρωτός· ἐὰν δέ τις συνάπτῃ, μᾶλλον ἁμαρτήσεται.

457. * εἷλκε] Ἀρίσταρχος ἕλκε.

458. αἷμα δέ οἱ σπασθέντος] οὕτως Ἀρίσταρχος οἱ, αἷμα δὲ αὐτῷ τῷ Ὀδυσσεῖ. Ζηνόδοτος δὲ γράφει αἷμα δὲ οὗ σπα- σθέντος· γίνεται δὲ τὸ ἑαυτοῦ, ὃ οὐχ ἁρμόζει.

459. * ὅπως ἴδον] γράφεται καὶ ἐπεὶ ἴδον.

460. τὸ καθʼ ὅμιλον δύναται μὲν καὶ τοῖς ἑξῆς προσδίδοσθαι, οἷον κατὰ πλῆθος ἐπῆλθον αὐτῷ· πολὺ δὲ κρεῖσσον τοῖς ἐπάνω συνάπτειν· παρεκελεύσαντο γὰρ τῷ πλήθει ἑαυτῶν.

461. αὖε] ψιλῶς· τέτακται γὰρ ἐπὶ τοῦ φωνεῖν. ὅταν δὲ ἐπὶ τοῦ ξηραίνειν ἢ ἅπτειν, τότε δασυντέον· ἔστι γὰρ σύνθετον τὸ ἀφαύω.

462. * ἤῦσεν] ὅτι παρῆκε τὸ τί φωνῶν, οἷον βοηθεῖτε.

466. * ἵκετο φωνή] Ἀρίσταρχος ἵκετ’ ἀῦτή.