Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

129. *ἔξω τοῦ τ, οὔ τίς οἱ.

130. *χωρὶς τοῦ σ, ἐποτρύνει καὶ ἀνώγει. .

134. διπλῆν, ἐκταδίην] οἰκεία στολὴ τῷ γέροντι διὰ τὸ γῆρας καὶ τὴν νύκτα.

[*](1, 5. ἐνενεωλκήκει Bekkerus] 14. γίνεται ἡ Vill.] γράφει 15. μεθιει] μεθίει ἐνεωλκήκει 2. τὰ περὶ Lehrsius] τὸ ἐπὶ 16. πειθαρχίας] πιθαρχίας 11. χρειώ] χρεία 28. ἠγερέθεσθαι] ἠγέρεσθαι)
347

οὔλη] ὡς κούρη· οὕτως γὰρ καὶ τὸ ἀρσενικὸν αὐτοῦ ἐβαρύνετο “οὔλων τε ταπήτων” (Il. 16, 224). τούτῳ συγκατατίθεται καὶ ὁ Ἀσκαλωνίτης καὶ Ἀλεξίων καὶ Ἀρίσταρχος. καὶ μήποτε ἀνάλογος ἡ παρὰ τῷ ποιητῇ ἀνάγνωσις πρὸς τὴν κοινὴν συνήθειαν, εἴ γε ὀξυτο- νοῦσι τὸ ὄνομα, λέγοντες οὐλὸς ἄνθρωπος καὶ οὐλὴ κόμη. οὐ δέον δέ· τὰ γὰρ εἰς λος λήγοντα δισύλλαβα, μὴ ἔχοντα πρὸ τοῦ λ ἄλλο σύμφωνον, παραληγόμενα δὲ τῷ ο ἤτοι μόνῳ ἢ μεθʼ ἑτέρου φωνήεντος, βαρύνεται, πόλος στόλος θόλος κοῖλος δοῦλος. οὕτως καὶ οὖλος. προσέθηκα δὲ μὴ ἔχοντα πρὸ τοῦ λ ἄλλο σύμφωνον διὰ τὸ μοχλός πολλός, τὸ μέντοι θολός ὀξυνόμενον πρὸς ἀντιδιαστολήν ἐστι.

137. γελοίως τινὲς στίζουσι μετὰ τὸ πρῶτον. συναπτέον οὖν αὐτὸ τοῖς ἑπομένοις· ἔστι γὰρ τὸ ἑξῆς, ἔπειτα Ὀδυσσέα πρῶτον ἐξ ὕπνου ἀνέγειρεν. ἔστι γάρ τι καὶ ἐν τοῖς μετὰ ταῦτα πρῶτον.

140. κλισίης] κλισία ἡ σκηνὴ, ἔνθα ἀνέκλινον τὰ ἄρματα καὶ αὐτοὶ ἐκοιμῶντο κείμενοι.

σημειοῦνταί τινες ὅτι ἔνδον καθεύδει Ὀδυσσεὺς, ἀλλʼ οὐχ ὁ Διομήδης· “ἐκτὸς ἀπὸ κλισίης” (151).

141. *ἐπί] γράφεται κατὰ νῆας.

142. *ἀμβροσίην] γράφεται καὶ ὀρφναίην.

ὅ τι δὴ χρειῶ τόσον ἵκει] ὥσπερ ἐν ἀρχῇ (37) τίφθ’ οὕτως, οὕτως καὶ νῦν ἀντὶ τοῦ τί δὴ χρειὼ τόσον ἵκει. ἡ δὲ τῶν ἀναφορικῶν καὶ ἀορίστων ἐναλλαγὴ πρὸς τὰ πευστικὰ συνήθης, ὡς κἀκεῖ “ὁπποίης δʼ ἐπὶ νηός” (Od. 1, 171) ἀντὶ τοῦ ποίας. στικτέον δὲ ἐπὶ τὸ ἀμβροσίην.

146. *ἀλλʼ ἕπευ] Ἀρίσταρχος χωρίς τοῦ υ, ἀλλʼ ἔπεʼ ὄφρα.

147. οὐ καθʼ ἓν διασταλτέον, βουλεύειν, φεύγειν, μάχε- σθαι, ἀλλὰ συναπτέον ὅλον τὸν στίχον· τὸ γὰρ λεγόμενον τοιοῦτόν ἐστιν, ὃν ἐοικός ἐστι βουλεύεσθαι περὶ τοῦ ἢ μάχεσθαι ἢ φεύγειν.

151. ἐκτὸς ἀπὸ κλισίης] στρατιωτικὸν τὸ αἰθριοκοιτεῖν· δείκνυσι δὲ ὡς οὐ λόγῳ μόνῳ θρασύς.

152. εὗδον, ὑπὸ κρασὶν δʼ] διὰ τὴν μεθʼ ἡμέραν ταλαιπωρίαν [*](1. οὔλῃ] Hoc scholion compila- τίθεται—καὶ Ἀρίσταρχος. tum est ex notatione Choerobosci 10. πολλός additum ex Choero- in Crameri Anecd. Oxon. vol. 2 bosco. p. 461, 16. ex quo suppleta sunt 12. αὐτὸ Vill.] αὐτῳ verba in A omissa τούτῳ συγκτα-)

348
κοιμῶνται· στρατιωτικῶς δὲ τοῖς αὐτοῖς ὅπλοις χρῶνται καὶ πρὸς πόνους καὶ πρὸς ἀνάπαυλαν.

153. ὄρθ’ ἐπὶ σαυρωτῆρος] ἐν τῇ Ἀριστοφάνους σαυρωτῆρας πληθυντικῶς. σαυρωτὴρ δέ ἐστι τὸ ἀπολῆγον μέρος τοῦ δόρατος, ὅπερ ἀντίκειται τῇ αἰχμῇ, ὃν καὶ οὐρίαχον καλοῦσιν.

158. ὅτι ἐντεῦθεν εἰς τὴν Ὀδύσσειαν (15, 45) μετάκειται ἐπὶ τοῦ Πεισιστράτου ἐπὶ κλινιδίου καθεύδοντος παρὰ Μενελάῳ. πρὸς τί οὖν ποδὶ, ἀλλʼ οὐχὶ τῇ χειρίς νῦν μὲν γὰρ εἰκότως ἐπὶ τῆς γῆς κοιμώμενον οὕτως ἐγείρει.

159. *διχῶς ὁ Ἀρίσταρχος, ἔγρεο καὶ ὄρσεο.

*ἀωτεῖς] ἀπανθίζεις, παρὰ τὸ ἄωτον, ὅ ἐστιν ἄνθος, ἢ κοιμᾷ παρὰ τὸ ἀέσαι τὸ κοιμᾶσθαι.

160. ἐπὶ θρωσμῷ πεδίοιο] τόπος ἐστὶν ὑψηλὸς ἐν τῷ πεδίῳ πρὸ τῆς Ἰλίου, ὃς ὀνοματικῶς καλεῖται Θρωσμὸς, ὡς καὶ ἕτερος Καλλικολώνη, ᾧ στρατοπέδῳ ἐχρῶντο οἱ Τρῶες, εἴ ποτε τῆς πόλεως ἔξω τάσσοιντο.

161. ὀλίγος δέ τι] διὰ τοῦ ε, ὀλίγος δέ τε, αἱ Ἀριστάρχειοι. γράφεται δὲ καὶ ὀλίγος δʼ ἀπὸ χῶρος ἐέργει.

164. *Ἀρίσταρχος ὀλίγος δέ τε. γρ. δὲ καὶ ὀλίγος δʼ ἀπὸ χῶρος ἐέργει.

σχέτλιος ὁ ἄξια πράσσων ἀγανακτήσεως. εἰώθαμεν δὲ ἀμε- λείας κρινόμενοι φιλοπονωτέρους τοῦ δέοντος ἀποφάσκειν τοὺς ἐγκαλοῦντας, τῷ ἐπαίνῳ ἐκείνων τὸν ἴδιον ἀπολυόμενοι ψόγον, οὐχ ἑαυτοὺς ἧττον τοῦ δέοντος φάσκοντες πονεῖν, ἀλλʼ ἐκείνους τοῦ δυνατοῦ περαιτέρω.

σχέτλιός ἐσσι, γεραιέ] ὅτι σεπτικῶς τὸ σχέτλιος καὶ οὐ μεμπτικῶς, εἰς ἑαυτὸν ἀγνώμων· καὶ ὅτι πόνον τὴν ἐργασίαν.

*συναπτέον ἕως τοῦ γεραιέ.

167. ὅτι τὸ ἀμήχανος δύο σημαίνει, ἓν μὲν ἀνίκητος, ἓν δὲ ἀντὶ τοῦ πρὸς ὃν οὐκ ἔστι μηχανὴν εὑρεῖν. ὅπερ καὶ νῦν σημαίνει, ἵνα τῶν πόνων ἀποστῇ. ἢ κακοπίαστος καὶ πρὸς πάντα ἕτοιμος.

168. *ἐν ἄλλῳ τὸν δʼ ἠμείβετ’ ἔπειτα.

169. * φίλος] Ἀριστοφάνης τέκος.

[*](1. στρατιωτικῶς—πόνους Vill.] 8. ἐπὶ addidit Vill. στρατιωτικοῖς—πόρους 11. ἀπανθίζεις Vill.] ἀπανθίζει 7. ἐπὶ ante κλινιδίου addidit 21. τοῦ δέοντος Vill.] τοὺς δέοντας Cobetus Mnem. novae vol. 1 p. 32. τέκος] φίλ (i. e. φίλοςκαὶ) τέ- κος: unde φίλος in lemmate posui.)
349