Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

473. καλὸν ἀείδοντες παιήονα] ὅτι παιήονα οὐ τὸν Ἀπόλλωνα, ἀλλὰ τὸν ἐπὶ καταλύσει λοιμοῦ ὕμνον. καὶ τὸ καλόν ἀντὶ τοῦ καλῶς.

474. ἀθετεῖται, ὅτι νομίσας τις τὸν Ἀπόλλωνα Παιήονα εἰρῆσθαι προσέθηκεν αὐτόν. καὶ γίνεται δισσολογία· προείρηκε γὰρ “οἱ δὲ πανημέριοι μολπῇ θεὸν ἱλάσκοντο.” ἀπὸ δὲ τοῦ εἰπεῖν τὸν ποιητὴν τὸ “ὁ δὲ φρένα τέρπετ᾿ ἀκούων” διδάσκει ἡμᾶς ὅτι πλέον τῶν θυσιῶν τέρπονται οἱ θεοὶ τοῖς οἰκείοις ἕκαστος ὕμνοις.

477. ἦμος δ᾿ ἠριγένεια] ὅτι τῇ ἑξῆς ἐκ τῆς Χρύσης κατέρχονται. ἡ δὲ ἀναφορὰ ἀπὸ τῆς σημειώσεως πρὸς τὸν τῶν ἡμερῶν ἀριθμόν.

ῥοδοδάκτυλος] πυρώδης γὰρ ὁ ἀὴρ ὄρθρου γίνεται ἐν τῇ ἀνατολῇ. ἀπὸ δὲ τοῦ σχήματος τῶν τῆς χειρὸς δακτύλων παρίστησι τὸ τῶν ἀκτίνων σχῆμα, συνεκδοχικῶς ἀπὸ μέρους τὸ ὅλον. τὴν δὲ πολὺ τοῦ φωτὸς ἔχουσαν οὕτως καλεῖ, τὴν δὲ πολὺ τοῦ σκότους κροκόπεπλον.

479. ἴκμενον] παρὰ τὸ ἱκνεῖσθαι, ἢ ὑγρὸν, παρὰ τὴν ἰκμάδα· καὶ γὰρ ἐν ἄλλοις φησὶν “ἀνέμων μένος ὑγρὸν ἀέντων” (Od. 5, 478). ἰκμάδος γὰρ ὑδάτων ἀτμιζομένης ἄνεμος γίνεται. διὸ ψιλω- τέον· οὐ γὰρ παρὰ τὸ ἱκνεῖσθα. ἅμα δὲ φύσιν ἀνέμων διδάσκει· τὸ γὰρ στυγνὸν τοῦ λοιμοῦ διασκεδάζει ὁ ἄνεμος.

482. στείρῃ] ἐπεὶ στερεωτέρα τῶν σανίδων ὑπάρχει· ἐπὶ γὰρ τὸ [*](9. Lemma om. οἱ—μετέρχονται. 17. Lemma μέλποντες ἑκάεργον. 23. ἀπὸ delet Friedl. 22. τῆ —κατέρχονται Bekkerus])

58
ξύλον τοῦτο, ὤσπερ εἰς θεμέλιόν τινα, ἐποικοδομεῖται τὰ ἄλλα ξύλα τῆς νεώς.

484. *μετὰ στρατὸν] Ἀρίσταρχος κατά, οὐ μετά. καὶ “χθιζὸς ἔβη κατὰ δαῖτα” (424).

486. ὑψοῦ ἐπὶ ψαμάθοις] ψάμαθος. καὶ ἡ ποταμία οὕτως καλεῖ- ται· “κείμενον ἐν ψαμάθοις Αἰσήποιο.”

ἕρματα] τὸ ἕρματα, εἰ καὶ ἐκ τοῦ ἐρείσματα, οὐ ψιλοῦται, ὥς τινες, ἐπεὶ τὰ βραχυνόμενα φωνήεντα καταλήγοντα εἰς ρ ἐπιφερο- μένου τοῦ μ δασύνεται, ὅρμος ἅρμα Ἑρμῆς ὅρμαθος. ἔνθεν ἡ πλείων χρῆσις τὸ ἁρμοῖ δασύνει. τὸ μέντοι ἄρμενον καὶ ὄρμενον ψιλὸν πνεῦμα ἀνεδέξατο.

488. αὐτὰρ ὁ μήνιε] ὅτι Ζηνόδοτος ἠθέτηκεν ἕως τοῦ “αὖθι μένων” (492). τὸν δὲ “οὔτε ποτ᾿ ἐς πόλεμον” οὐδὲ ἔγραφεν.

490. *ποθέεσκε] ἐχθρὸς γὰρ τῆς ἀργίας ὁ ἥρως, φιλότιμος δὲ περὶ τὰς πράξεις.

493. ὅτε δή ῥ᾿ ἐκ τοῖο] Ἀρίσταρχος ὁτεδή ὡς δηλαδή παραλόγως ʼἀνεγίνωσκε. Πάμφιλος δὲ τὸ ὅτε κατ᾿ ἰδίαν ἀναφορικὸν ἀναλόγως· διαφέρει γὰρ τὸ ὅτε ὀξυνόμενον κατὰ τὴν πρώτην τοῦ ὁτέ ἀορίστου. ὥστε ἐὰν θελήσῃ ὁ Ἀρίσταρχος ἀναγινώσκειν ὁτεδή ὡς δηλαδή, πρῶτον τὴν μὴ οὖσαν χρῆσιν παρὰ τῷ ποιητῇ παραλήψεται, δεύτερον τὸ σημαινόμενον παραφθείρει. τὸ δὲ τοῖο προπερισπαστέον· τὸ γὰρ τοῦ Θεσσαλικῶς παραυξηθὲν ἐγίνετο τοῖο, ὡς καλοῦ καλοῖο.

ἀποφήνασθαι δεῖ ὅτι ὁ Ἡρωδιανὸς ἐν τῇ Ἰλιακῇ προσῳδίᾳ δια- λαμβάνων περὶ τοῦ “ἀλλ᾿ ὅτε δή ῥ᾿ ἐκ τοῖο” λέγει ὅτι τοῦ ὁτέ ὀξυτόνου ἀορίστου οὐκ ἔστιν ἡ χρῆσις παρὰ τῷ ποιητῇ· ἐν μέντοι τῷ ἐννεακαιδεκάτῳ τῆς καθόλου τὸ “ὣς Ἕκτωρ ὁτὲ μὲν μετὰ πρώ- τοισι φάνεσκεν” (ΙΙ. 11, 64) ὀξυτόνως δεῖν φησὶν ἀναγινώσκεσθαι.

496. ἀνεδύσετο] παρατατικοῦ παθητικοῦ, ὡς ἀπὸ τοῦ δύω ἐνεστῶ- τος τὸ παραγωγὸν δῦμι, ὁ μέλλων δύσω. καὶ ἐγένετο ὁ μέλλων ἐνεστὼς, οὗ ὁ παθητικὸς δύσομαι, ὁ παρατατικὸς ἐδυσόμην ἐδύσετο. ὥσπερ καὶ ἐκ τοῦ βῶ βιβῶ βίβημι ὁ μέλλων βήσω· καὶ μετά- γεται εἰς ἐνεστῶτα, οὗ παθητικὸς βήσομαι, ὁ παρατατικὸς ἐβησόμην ἐβήσετο.

[*](3, 14. Lemma om. 21. παραφθερεῖ Vill.] παραφθείρει 17."ἀναφορικόν] ἀναφορὰν Lehr- 29. παραγωγὸν] Rectior accentus est παράγωγον.)
59

μέγαν οὐρανὸν Οὔλυμπόν τε] ὅτι οὕτως εἴρηκεν οὐχ ὡς τοῦ Ὀλύμπου ἐπ᾿ οὐρανοῦ ὄντος, ἀλλ᾿ ἐπεὶ καὶ αἱ κορυφαὶ τοῦ ὄρους ὑπὲρ τὰ νέφη εἰσίν· ὁ δὲ ὑπὲρ τὰ νέφη τόπος οὐρανὸς καλεῖται ὁμωνύμως τῷ στερεμνίῳ. ἀλλὰ καὶ ἐν οὐρανῷ καὶ ἐν Ὀλύμπῳ γεγονέναι αὐτὴν λέγει.

* οὐρανὸν Οὔλυμπόν τε] ὅτι ἐν τῷ ἄκρῳ τοῦ Ὀλύμπου ἐστὶν ὁμώνυ- μος πόλις Ὄλυμπος·

498. εὐρύοπα] ἤτοι μεγαλόφθαλμον, παρὰ τοὺς ὦπας, ἢ μεγαλό- φωνον, παρὰ τὴν ὄπα, ὅ ἐστι τὴν φωνήν.

ψιλῶς μεγαλόφωνον, ὡς τὸ ἐριβρεμέτης. ἢ μεγαλόφθαλμον, διὰ τό προνοητικόν.

499. *πολυδειράδος Οὐλύμποιο] παροιμία “τρὶς δὲ τριηκόσιαι κορυφαὶ νιφόεντος Ὀλύμπου.”

*πολυδειράδος Οὐλύμποιο] ὅτι καὶ ἀρσενικῶς τὸ πολυδειράδος, ὡς ἐνταῦθα.

504. ἢ ἔπει ἢ ἔργῳ] ὅτι εἰ μὴ προϊστορήσαμεν τὰ περὶ τῶν δεσμῶν, ἐφ᾿ ὧν ἡ Θέτις ἐβοήθησεν αὐτῷ, ἐζητοῦμεν ἂν τί αὐτὸν ὤνησεν.

508. μητίετα] βουλευτικώτατε. ἐχρῆν αὐτὸ παροξύνειν, εἴγε τὰ εἰς της λήγοντα βαρύτονα βραχείᾳ παραληγόμενα ἀπρόσληπτα τοῦ σ ἐπὶ γενικῆς καὶ ἐπὶ κλητικῆς παροξύνεται, οἰκέτα φυλέτα εὐνέτα. παραλόγως ἄρα ἡ εὐρύοπα δέσποτα καὶ τὸ μητίετα. ἔστι δὲ εἰπεῖν ὅτι ἀπὸ τοῦ μητῖτα κατὰ πλεονασμὸν τοῦ ε καὶ συστολῇ τοῦ ι, ἀπὸ εὐθείας τῆς μητίτης, κλητικὴ γέγονε μητίετα· καὶ ὁ τόνος ἐπὶ τοῦ αὐτοῦ τόπου ἔμεινε μετὰ τὸν πλεονασμόν. οὕτως Ὦρος καὶ Ἀπολ- λώνιος ἐν τῷ περὶ παρωνύμων, καὶ ἀπὸ τοῦ μητῖτά φησι τὸ μη- τίετα.

509, 510. *βραχὺ διασταλτέον ἐπὶ τὸ κράτος καὶ τίσωσιν.

510. *ὀφέλλωσιν] αὔξωσιν. ὅθεν καὶ ὄφλημα τὸ χρέος διὰ τὸν τόκον.

512. ὑποστιγμὴ ἐν ὑποκρίσει ἐπὶ τὸ γούνων διὰ τὸ ὡς μόριον.

[*](1. Lemma ἠερίη δ᾿ ἀνέβη. Friedlaenderus. 4. ἀλλὰ καὶ] καὶ ἀλλαχοῦ Lehr- 20. ἐπὶ κλητικῆς Lehrsius] ἐπὶ sius. 6, 12, 14. Lemma om. 28. Lemma om. 12. τρὶς] Praefixum ⋇ αὔξωσιν Bekkerus] αὔξουσιν 15. ἐνταῦθα Bekkerus] ἐντεῦθεν 30. Lemma ἀλλ᾿ ἀκέων δὴν ἧστο. 16. προῖστορήσαμεν] προῖστόρησεν)
60

513. ἐμπεφυυῖα] ἐμπλέξασα τὰς χεῖρας.

*εἴρετο] Δημήτριος ὁ Ἰξίων προπερισπᾷ, παραλαμβάνων τὸ τό ἄρθρον.

514. ὑπόσχεο καὶ κατάνευσον] δὶς τὸ αὐτὸ πέφρακεν ἐπιτάσεως χάριν· ἀντὶ τοῦ ὑποσχοῦ μοι.