Scholia in Iliadem

Scholia in Homerum

Scholia in Homerum. Scholia Graeca in Homeri Iliadem, Volume 1-6. Dindorf, Ludwig; Maas, Ernest, editors. Oxford: Clarendon Press, 1875-1888.

180. Μυρμιδόνεσσιν ἄνασσε] Αἴγιναν τὴν Ἀσωποῦ τοῦ ποταμοῦ Θηβῶν θυγατέρα ἁρπάσας Ζεὺς κατῆλθεν εἰς Φλιοῦντα, καὶ φθείρας τὴν προειρημένην ἔγκυον ἐποίησεν, ἥτις Αἰακὸν ἐγέννησεν. Ἀσωπὸς δὲ τὴν θυγατέρα ζητῶν ἔμαθεν παρὰ Σισύφου καὶ τὸν ἁρπάσαντα καὶ τὸν τόπον εἰς ὃν κατεληλύθει. μὴ μελλήσας οὖν ἔσπευσε. μέλ- λων δὲ ὁ Ζεὺς ἐπʼ αὐτοφώρῳ καταλαμβάνεσθαι τὴν μὲν Αἴγιναν μετεμόρφωσεν εἰς ὁμώνυμον νῆσον, αὐτὸς δὲ μετεβλήθη εἰς λίθον. ἐλθὼν δʼ ὁ Ἀσωπὸς καὶ μηδʼ ὅντινα καταλαβὼν ἔμπαλιν εἰς τὰς ἰδίας ὑπέστρεψε πηγάς. βουλόμενος δʼ ὁ Ζεὺς τιμωρήσασθαι τὸν μηνύσαντα, ἠνάγκασεν αὐτὸν ἐν τοῖς ὑποχθονίοις τοσοῦτο μέγεθος πέτρου ἀνωθεῖν, εἰς ὅσον αὐτὸς μετεβλήθη. Αἰακοῦ δὲ ἐν τῇ νήσῳ μόνου ὄντος, ὁ Ζεὺς κατοικτείρας τοὺς αὐτόθι μύρμηκας μετέβαλεν εἰς ἀνθρώπους· ἀφʼ ἧς αἰτίας Μυρμιδόνες ἐκλήθησαν.

181. ὧδε] στικτέον ἐπὶ τὸ ὧδε καὶ ὑποστικτέον ἐπὶ τὸ Ἀπόλ- λων, ἵν᾿ ἀπʼ ἄλλης ἀρχῆς ᾖ τὸ ὡς ἔμʼ ἀφαιρεῖται.

184. *ὅτι τὸ ἄγω ἀντὶ τοῦ ἄγοιμι.

Βρισηΐδα] Βρισηΐς ἀπὸ τοῦ βρι, ἡ βαροῦσα πάντας ἢ πάντα τῷ κάλλει.

[*](3. ἀοιδοὶ—ἐκ δὲ Διὸς βασιλῆες] novae, vol. 1 p. 31, collatis quae ἀδελφοὶ—ἐκ διὸς βασιλέως. de hoc loco Aristonicus dixit in 5. αἰεὶ γάρ τοι ἔρις om. et as- Praefatione (supra p. 2, 8.) et in teriscum ante ὅτι ponit. Scholion scholio ad 5, 891. ipsum absurdissime interpolatum. 8. προφερώμεθα] προσφερώμεθα, Nam scholiasta hoc potius dixerat sed σ cum puncto superscripto. ὀβελὸς μετʼ ἀστερίσκου ὅτι ἐνταῦθα 16. *μελλήσας] μελήσας κακῶς εἴρηται, ἐν δὲ τῇ E ῥαψῳδίᾳ 21. τοσοῦτο] τοσούτω corr. A. (891) εὖ, quod certissima emenda- 28, 29. in marg. exteriore a tione restituit Cobetus Mnem. manu recenti.)
32

185. αὐτὸς ἰὼν κλισίηνδε] βραχὺ διασταλτέον ἐπὶ τὸ γέρας καὶ σέθεν καὶ φάσθαι· ἐπανάληψις γάρ ἐστιν ὑποτακτικοῦ μέρους. καὶ τὸ ὄφρα κοινὸν κατὰ πάντων νοεῖται.

*οὕτω περισπαστέον τὸ εἰδῇς.

189. στήθεσσιν λασίοισι] νῦν περὶ τοῦ θυμοειδοῦς μέρους τῆς ψυχῆς φησὶν, ἀφʼ οὗ λέγει στήθεσσιν· ὑπό γὰρ τὰ στέρνα κεῖται ἡ καρδία, ἐν ἐστὶ τὸ πυρῶδες καὶ θερμὸν καὶ μανικὸν τῆς ψυχῆς. σημαίνει δὲ καὶ τοῖς θερμοῖς· ἡ θέρμη γὰρ αἰτία τῆς ἐκφύσεως τῶν τριχῶν.

διάνδιχα] ὅτι δύο ἐμερίμνησεν οὐκ ἐναντία ἀλλήλοις, ὅπερ ἐκλα- βών τις προσέθηκεν “ἠὲ χόλον παύσειεν.” βραχὺ δὲ διασταλτέον ἐπὶ τὸ μερμήριξεν· ὁ γὰρ λόγος, διχῶς ἐλογίσατο, τοὺς μὲν ἀνα- στῆσαι, τὸν δʼ Ἀγαμέμνονα ἀνελεῖν.

μερμήριξα] μερίζω μερμερίζω, καὶ ἐκτάσει μερμηρίζω, ὡς δάπτω δαρδάπτω.

190. ἢ—ἠέ] τὸν μὲν πρότερον σύνδεσμον βαρυτονητέον, τὸν δὲ δεύτερον περισπαστέον· διαπορητικὴ γάρ ἐστιν ἡ σύνταξις. καὶ οὕτως ἐν τῇ καθόλου.

192. *ἠὲ χόλον παύσειε] ὅτι ἐκλύεται τὰ τῆς ὀργῆς. διὸ ἀθε- τεῖται.

193. ἕως ὁ ταῦθʼ ὥρμαινε κατὰ φρένα καὶ κατὰ θυμόν] ἐνταῦθα μὲν ὑποστικτέον, ἐπὶ δὲ τὸ ξίφος ἤτοι ὑποστικτέον ἢ στικτέον. ἐὰν μὲν οὖν ὑποστίζωμεν, ὁ ἐπιφερόμενος σύνδεσμος περισσὸς ἔσται, ἦλθε δʼ Ἀθήνη· ἐὰν δὲ στίζωμεν, οὗτος μὲν καλῶς κείσεται, ὁ δὲ πρότερος πλεονάσει ἐν τῷ “ἕλκετο δʼ ἐκ κολεοῖο.” βέλτιον δὲ ὑποστίζειν ἀμφότερα· ἐν ὅσῳ γὰρ λογίζεταί τε καὶ σπᾶται, ἦλθεν ἡ Ἀθηνᾶ.

194, 195. * ἦλθε δʼ Ἀθήνη οὐρανόθεν] ὅτι περισσὸς ὁ δέ σύν- δεσμος.

[*](4. οὐτω—εἰδῇς Cobetus] οὗ—ου] ditum esse coniecit Cobetus, qui huic versui ὀβελὸν praescriptum 5. * μέρους] om. 10. διάνδιχα] Lemma στήθεσσιν videret pro διπλῆ. 24. στίζωμεν] στήζωμεν, ut alibi λασίαισς 16. ἡ —ἠέ] ἡ ὅγε φάσγανον ἠὲ non raro. κείσεται—πλεονάσει Cobetus]. χόλον 17. *καὶ οὕτως ἐν τῇ καθόλου] om. στίζεται—πλεον. 19. διὸ ἀθετεῖται ab librario ad- 27. Lemma om.)
33

194, 195. * ἦλθε δʼ Ἀθήνη οὐρανόθεν] ὅτι οὐκ ὀρθῶς ἐκ τοῦ ποιητι- κοῦ προσώπου λέγεται.

195. ὡς ἐκ τοῦ οὐρανοῦ, παρεγένετο, φησὶν, ἡ Ἀθηνᾶ, ὅ ἐστιν ἡ φρόνησις· δεῖ γὰρ οὕτως αὐτὴν καταβαίνειν, οἷα καὶ τῆς κόμης αὐτὸν κρατεῖν καὶ οὐκ ἄλλου μέρους τοῦ σώματος, ἀλλʼ ἔνθα ἵδρυται τὸ λογικὸν τῆς ψυχῆς μέρος. εὐλόγως δὲ καὶ οἱ μυθογράφοι φασὶν ὅτι ἔγκυος οὖσα ἡ Μῆτις τὴν Ἀθηνᾶν κατεπόθη ὑπὸ τοῦ Διὸς, καὶ ἀπὸ τῆς κεφαλῆς αὐτοῦ ἐν τῷ ὡρισμένῳ τῆς ἀποκυήσεως χρόνῳ ἐξέθορεν ἡ θεὸς σὺν ὅπλοις. ἡ ἱστορία παρὰ Ἀπολλοδώρῳ ἐν πρώτῳ.

197. κόμης ἕλε Πηλείωνα] ὅτι οὕτως λέγει, τὸν Πηλείωνα τῆς κόμης εἷλεν, οὐχὶ τοῦ Πηλείωνος τὴν κόμην. ἀγνοήσαντες δέ τινες γράφουσι ξανθῆς δὲ κόμης ἕλε Πηλείωνος. διὰ τούτου δὲ αἰνίττεται τὸ θερμὸν καὶ ὀργίλον τοῦ ἥρωος· οἱ γὰρ ξανθότριχες τοιοῦτοι.

198. *ὁρᾶτο] ὅτι Ζηνόδοτος γράφει ὁρῆτο. τοῦτο δὲ Δώριον.

200. Παλλάδʼ Ἀθηναίην] Παλλάδα τὴν Ἀθηνᾶν ἐπιθετικῶς, ἤτοι ἀπὸ τοῦ πάλλειν καὶ κραδαίνειν τὸ δόρυ (πολεμικὴ γὰρ ἡ θεός), ἢ ὅτι Πάλλαντα ἕνα τῶν γιγάντων ἀπέκτεινεν, ἢ ἀπὸ τοῦ ἀναπαλθῆναι αὐτὴν ἀπὸ τῆς κεφαλῆς τοῦ Διὸς, ἢ διὰ τὸ παλλομένην τὴν καρδίαν τοῦ Διονύσου προσκομίσαι τῷ Διί.

δεινὼ δέ οἱ ὄσσε φάανθεν] διὰ τῆς ἐκπλήξεως Ἀχιλλέως τὴν Ἀθηνᾶν γλαυκῶπιν παρέστησεν. τινὲς δὲ φάανθεν ἀντὶ τοῦ ἐφωτί- σθησαν οἱ τοῦ ἥρωος ὀφθαλμοί.

201. καί μιν] τὸ μιν Ἰώνων.

202. αἰγιόχοιο] τοῦ ἀπὸ τῆς αἰγὸς ὀχὴν λαβόντος· ὅθεν καὶ Ζεὺς τῇ Ἀμαλθείᾳ τὸ κέρας δίδωσι πάσης τροφῆς παρεκτικόν.

203. * ὅτι χωρὶς τοῦ σ τὸ ἴδῃ. οὕτως καὶ ἡ Ἀριστάρχου.

[*](1. Versibus 194, 195 in A χολοι cum aliis codicibus et Eusta- praescriptus obelus cum asterisco. thio p. 82, 6. Ex quo sequitur λέγεται prioris 14. ὁρᾶτο om. tantum versus habita ratione pro 24. *τοῦ ἀπὸ] τοῦ om. λέγονται dictum esse, ut alibi inter- 26. ἴδῃ] ἰδῆι dum in his scholiis. Ἀριστάρχου (ἀρισταρ)] Ἀριστο- 4. *οἶα] ὡς φόνους Cobetus: nam videri hanc *αὐτὸν] αὐτὴν Didymi annotationem esse, διπλῆν 5. κρατεῖν] *κρατῇ vero περιεστιγμένην, quae adscripta 8. *ἐν τῷ] ἐν om. sit in A, ad Aristonici annota- 10. Lemma στῆ δʼ ὄπιθεν. tionem referendam esse ὅτι Ζηνό- 13. ξανθότριχες Cobetus] ξανθό- δοτος γρ. ἴδῃς.)
34

204. ἀλλ᾿ ἔκ τοι ἐρέω] ἤτοι στικτέον ἐπὶ τὸ ἐρέω, ἢ βραχὺ δια- σταλτέον. ἐὰν μὲν οὖν στίζωμεν, ἔσται τὸ λεγόμενον, τοῦτο καὶ τετε- λέσθαι ὑπολαμβάνω· ἐὰν δὲ διαστέλλωμεν, ἔσται ὁ δέ κείμενος ἀντὶ τοῦ δή, καὶ τὸ τό ἀντὶ ὑποτακτικοῦ τοῦ ὅ.

ἀλλʼ ἔκ τοι ἐρέω] ὅτι Ζηνόδοτος γράφει τὸ δὲ καὶ τετελεσμένον ἔσται. τοῦτο δὲ τῇ Ἀθηνᾷ ἁρμόζει μᾶλλον διαβεβαιοῦν.

* τελέεσθαι Ἀρίσταρχος, οὐ τετελέσθαι.

208, 209. οὐρανόθεν, πρὸ δέ μʼ ἦκεν] ὅτι ἀμφοτέρους Ζηνόδοτος ἠθέτηκεν. οἰκείως δὲ μᾶλλον κεῖνται εἰς προτροπὴν τοῦ Ἀχιλλέως. τὸ σφριγῶν δὲ τοῦ θυμοῦ μαλακοῖς ἰᾶται λόγοις. ὅμως ἐκδειματοῖ, καὶ τὸν ἐχθρὸν θεοφιλῆ εἶναι λέγουσα. οὐ πᾶς δὲ ὁ φιλῶν κήδεται ὡς λύκος ἄρνα.

211. ἀλλ᾿ ἤτοι ἐπέεσσιν ὀνείδεσιν] Πτολεμαῖος καὶ Σέλευκος ἐπὶ τὸ ὀνείδισον στίζειν ἀξιοῦσι, καὶ ὑποστίζειν κατὰ τὸ τέλος τοῦ στίχου, ἵνʼ ᾖ τὸ λεγόμενον, ὥσπερ γὰρ ἔσται, οὕτω καὶ ἐρῶ. ἐναντιοῦται δὲ αὐτοῖς τό τε ὑπερβατὸν τοῦ γάρ συνδέσμου, καὶ τὸ διλογεῖσθαι τὰ ἡμιστίχια ταῦτα, ὡς ἔσεταί περ καὶ ὡς τετελεσμένον ἔσται. μή- ποτε οὖν ἄμεινον στίζειν ἐπὶ τὸ τέλος τοῦ στίχου, ἵνα μὴ μόνον συμβουλεύῃ, ἀλλὰ καὶ μαντεύηται, ὃ θεοῖς μάλιστα πρέπει.