Scholia in Euripidis Phoenissas (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma)

Scholia in Euripidem

Scholia Euripidem. Scholia Graeca in Euripidis Tragoedias, Vol. 3. Dindorf, Wilhelm, editor. Oxford: Oxford University Press, 1863.

784.-817. Τὰ τοιαῦτα εἴδη τῶν χορῶν καλεῖται τριὰς ἐπῳδικὴ, ὡς εἴρηται. οὕτω δὲ χρὴ γράφειν τά τε κῶλα καὶ τοὺς στίχους ὡς διωρθώθη παρ’ ἐμοῦ· ἀτάκτως γὰρ ἦσαν καὶ ἀναρμόστως ἐν τοῖς ἀντιγράφοις κείμενα, καὶ πολύν μοι παρέσχον πόνον εἰς τάξιν ταῦτα καὶ ἁρμονίαν μετενεγκεῖν. τὰ μὲν γὰρ ἦσαν δακτυλικὰ, τὰ δὲ ἀναπαιστικὰ κῶλα, οὐ μὴν δὲ καὶ κατὰ λόγον κείμενα. ἀλλ’ εἴ τις ὀρθῶς λογίζοιτο, καλῶς ἂν εὕρῃ ταῦτα διορθωθέντα. ἔστι τοίνυν τῆς στροφῆς τὰ κῶλα καὶ οἱ στίχοι ιζ′, καὶ τὰ τῆς ἀντιστροφῆς τοσαῦτα, τὰ πάντα μέντοι δακτυλικά. τὸ α′ τετράμετρον ἀκατάληκτον· κατὰ γὰρ μονοποδίαν μετρεῖται τὰ δακτυλικά. ὁ β′ καὶ ὁ γ′ καὶ ὁ δ′ ἑξάμετροι. τὸ ε′ ὅμοιον τῷ α′. ὁ ϛ′, ὁ ζ′, ὁ η′ καὶ ὁ θ′ πάλιν ἑξάμετροι. τὸ ι′ ὅμοιον τῷ α′. τὸ ια′ ἑξάμετρον, τὸ ιβ′ δίμετρον, τὸ ιγ′, τὸ ιδ′, τὸ ιε′ καὶ τὸ ιϛ′ ὅμοια τῷ α′. τὸ ιζ′ ἑφθημιμερές. ἐπὶ τῷ τέλει τῆς τε στροφῆς καὶ τῆς ἀντιστροφῆς παράγραφος.