Scholia in Euripidis Phoenissas (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma)

Scholia in Euripidem

Scholia Euripidem. Scholia Graeca in Euripidis Tragoedias, Vol. 3. Dindorf, Wilhelm, editor. Oxford: Oxford University Press, 1863.

1019-1066. Τὰ τοιαῦτα εἴδη τῶν χορῶν καλεῖται, ὡς εἴρηται, κατὰ σχέσιν· ἔστι δὲ τὸ ᾆσμα στροφῆς μιᾶς, εἰσὶ δὲ τὰ κῶλα τῆς στροφῆς κδ’, καὶ τὰ τῆς ἀντιστροφῆς τοσαῦτα. τὸ ά σύνθετον, ἤτοι ἀσυνάρτητον, ἐξ ἰαμβικῆς βάσεως καὶ τροχαϊκοῦ διμέτρου ἀκαταλήκτου. ἥνωσε δὲ ταῦτα ἐνταῦθα, ὡς ἐμοὶ δοκεῖ, δυοῖν ἕνεκα, κινήσεώς φημι καὶ στάσεως· ὡς μὲν γὰρ ἐξ ὄρους φοιτώσης τῆς Σφιγγὸς, τῷ τροχαϊκῷ ἐχρήσατο μέτρῳ, ὡς δ’ ἐν τοῖς τείχεσι καθημένης καὶ φθεγγομένης, ὅπερ στάσεώς ἐστι, τῷ ἰαμβικῷ· καὶ ἐν τοῖς ἑξῆς δὲ τούτοις τοῖς μέτροις διῃρημένως ἐχρήσατο. τὸ β′ τροχαϊκὸν ἰθυφαλλικὸν, ἤτοι δίμετρον βραχυκατάληκτον. τὸ γ′ ἀντισπαστικὸν ἡμιόλιον ἐκ δισπονδείου καὶ ἡμίσεος ἀντισπάστου, ἤτοι ἰάμβου. τὸ δ’ ἰαμβικὸν καθαρὸν δίμετρον ἀκατάληκτον. τὸ ε′ σύνθετον ἐκ δύο τροχαϊκῶν πενθημιμερῶν· εἰ δὲ βούλει, ἀντισπαστικὸν τρίμετρον βραχυκατάληκτον ἐκ διτροχαίου, ἐπιτρίτου τρίτου καὶ ἰάμβου, ἢ πυρριχίου. τὸ ϛ′ τροχαϊκὸν δίμετρον ὑπερκατάληκτον ἐκ διτροχαίου, ἐπιτρίτου τετάρτου καὶ συλλαβῆς. τὸ ζ′ ὅμοιον, ἐξ ἐπιτρίτων πρώτου καὶ τετάρτου καὶ συλλαβῆς. τὸ ή ἰαμβικὸν ἑφθημιμερές. τὸ θ′ καὶ ί ἰθυφαλλικὰ, τοῦ πρώτου ποδὸς χορείου· εἰ δὲ βούλει, ἰωνικὰ δίμετρα καταληκτικὰ ἐκ παίωνος τετάρτου καὶ ἀμφιβράχεος. τὸ ιά τροχαϊκὸν δίμετρον ἀκατάληκτον ἐκ δ’ χορείων. τὸ ιβ’ ὅμοιον ἑφθημιμερὲς Εὐριπίδειον, τοῦ πρώτου καὶ δευτέρου ποδὸς χορείου. τὸ ιγ′ τροχαϊκὸν ἰθυφαλλικὸν καθαρόν. τὸ ιδ′ καὶ ιέ ἰαμβικὰ ὅμοια τῷ δ’. τὸ ις′ ὅμοιον τῷ ιγ′. τὸ ιζ′ καὶ ιή ὅμοια τῷ δ’ ἰαμβικά. ἐλλιπῆ δὲ ὄντα τὰ κῶλα πρὸς τὰ τῆς ἀντιστροφῆς ἀνεπληρώθη παρ’ ἐμοῦ ὁμοίαις λέξεσι. τὸ ιθ′ τροχαϊκὸν καθαρὸν δίμετρον ἀκατάληκτον. τὸ κ′ τροχαϊκὸν ἑφθημιμερὲς τοῦ πρώτου ποδὸς χορείου. τὸ κά ἰθυφαλλικόν. τὸ κβ′ ἰωνικὸν δίμετρον ἀκατάληκτον, ἐξ ἐπιτρίτου τετάρτου καὶ παίωνος πρώτου. τὸ τῆς στροφῆς δὲ κῶλον πεντασύλλαβον

ἔχει τὸν ἐπίτριτον. τὸ κγ′ ἰωνικὸν δίμετρον καταληκτικὸν ἐκ παίωνος δευτέρου καὶ κρητικοῦ. τὸ τῆς στροφῆς δὲ κῶλον ἐν μὲν τῷ πρώτῳ ποδὶ συνίζησιν ἔχει, ἐν δὲ τῷ δευτέρῳ ἀντὶ τοῦ κρητικοῦ ἀμφίβραχυν. τὸ κδ’ τροχαϊκὸν τρίμετρον βραχυκατάληκτον. ἐπὶ τῷ τέλει τῆς μὲν στροφῆς παράγραφος, τῆς δὲ ἀντιστροφῆς κορωνὶς μόνη.