Scholia in Euripidis Phoenissas (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma)

Scholia in Euripidem

Scholia Euripidem. Scholia Graeca in Euripidis Tragoedias, Vol. 3. Dindorf, Wilhelm, editor. Oxford: Oxford University Press, 1863.

986.

ὡς σὴν πρὸς κασιγνήτην
: ἐκ παραλλήλου· ἢ ἡ εἰς περιττή. I. πρὸς τὴν σὴν ἀδελφὴν ἀπελθὼν, τὴν Ἰοκάστην λέγω, ἧς πρῶτα τὸν μαστὸν εἵλκυσα τῆς ἐμῆς μητρὸς στερηθεὶς καὶ ὀρφανὸς γενόμενος, χωρισθεὶς ἐκείνης συνταξάμενος αὐτῇ ἀπελεύσομαι καὶ διατηρήσω τὴν ἐμαυτοῦ ζωήν. Gr. ἀπελθὼν ὡς πρὸς τὴν σὴν ἀδελφὴν, τὴν Ἰοκάστην λέγω, ἧστινος πρῶτον εἵλκυσα τὸν μαστὸν, στερηθεὶς τῆς μητρὸς καὶ χωρισθεὶς ὀρφανὸς προσηγορήσων καὶ χαιρετίσων αὐτὴν ἀπελεύσομαι καὶ σώσω τὸν βίον, τουτέστι μετὰ τὸ
προσειπεῖν ἐκείνην φευξοῦμαι καὶ σωθήσομαι. Gu. πρὸς τὴν σὴν κασιγνήτην Ἰοκάστην ἐλθὼν, ἧστινος κατ’ ἀρχὰς τὸν μαστὸν ἐθήλασα, τῆς μητρὸς στερηθεὶς καὶ ὀρφανὸς γενόμενος, προσαγορεύσων ἐκείνην καὶ συνταξόμενος ἀπελεύσομαι διατηρήσων τὴν ἐμαυτοῦ ζωήν. I.

Ἐναντίως ἱστορεῖ Σοφοκλῆς· μετὰ γὰρ θάνατον τοῦ Μενοικέως ἡ μήτηρ αὐτοῦ ζῇ, ὡς ἐν Ἀντιγόνῃ φησὶ καὶ μὴν ὁρῶ δάμαρτα τὴν Κρέοντος. A.B. C. Gu. I.

ὡς σὴν πρὸς κασιγνήτην
: πρὸς τὴν σὴν ἀδελφὴν ἀπελθών· πλεονάζει γὰρ τὸ ὡς. B.C.M.T. Ἄλλως. πρῶτον, φησὶ, πρὸς τὴν σὴν ἀδελφὴν θέλω ἀπελθεῖν, ἥτις με ἀνέθρεψε στερηθέντα τῆς μητρός. A.C.M.T.