Scholia in Euripidis Phoenissas (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma)

Scholia in Euripidem

Scholia Euripidem. Scholia Graeca in Euripidis Tragoedias, Vol. 3. Dindorf, Wilhelm, editor. Oxford: Oxford University Press, 1863.

χθὼν δ’ ἀντὶ καρποῦ
: ἡ γῆ δὲ ἐὰν ἀντὶ καρποῦ, ἤτοι τοῦ δράκοντος τοῦ υἱοῦ αὐτῆς, λάβῃ καρπὸν, ἤτοι τὸν Μενοικέα, καὶ ἀντὶ τοῦ αἵματος τοῦ δράκοντος αἷμα βρότειον τοῦ Μενοικέως, ἔσται ἵλεως ὑμῖν. ἐλυπεῖτο γὰρ ἡ γῆ, ὅτι τῶν γηγενῶν σπαρτῶν ἐδέξατο τὸ αἷμα. I. ἐπειδήπερ ἐκ γῆς καὶ Ἄρεος ὁ δράκων ἦν, οὐ μόνον Ἄρης ἐλυπεῖτο διὰ τὸν φόνον τοῦ παιδὸς, ἀλλὰ καὶ ἡ γῆ. λέγει οὖν ὁ μάντις ὡς, εἴπερ ἀντὶ τοῦ καρποῦ καὶ υἱοῦ αὐτῆς δράκοντος ἡ γῆ λάβῃ καρπὸν τὸν Μενοικέα - καρπὸς γὰρ γῆς καὶ ὁ Μενοικεὺς, ἀπὸ τῶν ἐκ τῆς γῆς ἀναδοθέντων σπαρτῶν κατάγων τὸ γένος - καὶ αἷμα ἀντὶ αἵματος, ἵλεων αὐτὴν ἕξετε καὶ οὐκ ἔτι ὀργιζομένην. Gu.

938.

ἕξετ’ εὐμενῆ γῆν
: ἐλυπεῖτο γὰρ ἡ γῆ ὅτι τῶν γηγενῶν σπαρτῶν ἐδέξατο τὸ αἷμα. A.B.C. M. ἀντὶ τοῦ καρποῦ αὐτῆς, ἤγουν τῶν Γιγάντων, ἢν λάβῃ καρπὸν βρότειον, καὶ ἀντὶ τοῦ αἵματος αὐτῶν ἢν λάβῃ αἷμα βρότειον, ἕξετε εὐμενῆ αὐτὴν, ὤφειλεν· ὁ δὲ ἐπάγει πάλιν τὴν γῆν. Gr. Fl. 5. 6. 9. 21. 56. 59. 76.

939.

γῆν, ἥ ποθ’ ὑμῖν
: ἥτις ἡ γῆ ἀνέδωκε ποτὲ ἡμῖν στάχυν τῶν σπαρτῶν χρυσοπήληκα, ἤτοι ἄνδρας χρυσαῖς περικεφαλαίαις
κεκοσμημένους· οὕτω γὰρ ἀνεδόθησαν· ἢ ἀπὸ μέρους τῆς πήληκος πᾶσαν τὴν ὅπλισιν δεῖ νοεῖν. I. ἥτις ἡ γῆ ἀνέδωκεν ὑμῖν τὸν χρυσοπήληκα στάχυν τῶν σπαρτῶν, ἀντὶ τοῦ σπαρτοὺς, ὥσπερ στάχυν κεχρυσωμένοις ὅπλοις χρωμένους. Gr.