Scholia in Euripidis Phoenissas (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma)

Scholia in Euripidem

Scholia Euripidem. Scholia Graeca in Euripidis Tragoedias, Vol. 3. Dindorf, Wilhelm, editor. Oxford: Oxford University Press, 1863.

χθὼν δ’ ἀντὶ καρποῦ
: ἡ γῆ δὲ ἐὰν ἀντὶ καρποῦ, ἤτοι τοῦ δράκοντος τοῦ υἱοῦ αὐτῆς, λάβῃ καρπὸν, ἤτοι τὸν Μενοικέα, καὶ ἀντὶ τοῦ αἵματος τοῦ δράκοντος αἷμα βρότειον τοῦ Μενοικέως, ἔσται ἵλεως ὑμῖν. ἐλυπεῖτο γὰρ ἡ γῆ, ὅτι τῶν γηγενῶν σπαρτῶν ἐδέξατο τὸ αἷμα. I. ἐπειδήπερ ἐκ γῆς καὶ Ἄρεος ὁ δράκων ἦν, οὐ μόνον Ἄρης ἐλυπεῖτο διὰ τὸν φόνον τοῦ παιδὸς, ἀλλὰ καὶ ἡ γῆ. λέγει οὖν ὁ μάντις ὡς, εἴπερ ἀντὶ τοῦ καρποῦ καὶ υἱοῦ αὐτῆς δράκοντος ἡ γῆ λάβῃ καρπὸν τὸν Μενοικέα - καρπὸς γὰρ γῆς καὶ ὁ Μενοικεὺς, ἀπὸ τῶν ἐκ τῆς γῆς ἀναδοθέντων σπαρτῶν κατάγων τὸ γένος - καὶ αἷμα ἀντὶ αἵματος, ἵλεων αὐτὴν ἕξετε καὶ οὐκ ἔτι ὀργιζομένην. Gu.