Scholia in Euripidis Phoenissas (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma)

Scholia in Euripidem

Scholia Euripidem. Scholia Graeca in Euripidis Tragoedias, Vol. 3. Dindorf, Wilhelm, editor. Oxford: Oxford University Press, 1863.

886.

ἐκεῖνο μὲν γάρ
: ἐκεῖνο γὰρ πρῶτον ἦν ἴαμα τῶν ἀπὸ Οἰδίπου μηδένα πολίτην μηδὲ ἄνακτα εἶναι τῇδε τῇ πόλει, ὡς κακοδαιμονοῦντας. Ἄλλως. πρωτεῦον, αἱρετώτερον. A.M.T. ἔθος ποιητικὸν τὸ ἀπὸ τοῦ γάρ ἄρχεσθαι. Ὅμηρος ὦ φίλοι, οὐ γάρ τ’ ἴδμεν ὅπη ζόφος. καὶ
ὦ φίλοι, ἔνδον γάρ τις ἐποιχομένη μέγαν ἴστόν.
καὶ Μένανδρος
ἐκ γειτόνων οἰκῶ γὰρ, ὦ τοιχωρύχε.
A.B.CMT. I. A.B. C.M.T.I.

πρῶτον ἦν
: ἀντὶ τοῦ πρωτεῦον, αἱρετώτερον, ἐπικρατέστερον, μηδένα τῶν καταγομένων ἀπὸ τοῦ Οἰδίποδος μήτε βασιλέα μήτε πολίτην ὑπάρχειν τῆς χθονός. I.

ἐκεῖνο μὲν γὰρ πρῶτον ἦν
: πρωτεῦον, αἱρετώτερον. ἐκεῖνο μὲν γὰρ, φησὶν, ἦν πρῶτον τῇ πόλει ἴαμα, ὥστε μηδένα τῶν Οἰδίποδος ἐκγόνων διὰ τὸ ἀσεβῶς γεγονέναι μήτε βασιλέα τῆς χώρας γενέσθαι μήτε ὅλως πολίτην. A.C. ἐκεῖνο μὲν γὰρ ἦν ἄριστον, μηδένα ἀπὸ τῶν παίδων τοῦ Οἰδίποδος ἄνακτα εἶναι τῆς χθονὸς, μηδὲ πολίτην ἀντὶ τοῦ οἰκήτορα. πολῖται οἱ πόλιν οἰκοῦντες ἁπλῶς καὶ ἐν πόλει τὴν ἀναστροφὴν ποιούμενοι, ἀστοὶ δὲ οἱ ἰθαγενεῖς πολῖται, ὧν τοῖς μὲν ἀντίκεινται οἱ ἐν τοῖς ἀγροῖς τὴν οἴκησιν ἔχοντες, τοῖς δὲ ἀστοῖς οἱ ξένοι. Cant. Gr. καλὸν καὶ σωτήριον τῇ πόλει. Gu.