Scholia in Euripidis Phoenissas (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma)

Scholia in Euripidem

Scholia Euripidem. Scholia Graeca in Euripidis Tragoedias, Vol. 3. Dindorf, Wilhelm, editor. Oxford: Oxford University Press, 1863.

88. Ὁμηρικῷ ζήλῳ ἀνάγει Εὐριπίδης Ἀντιγόνην ἰδεῖν τὸ στράτευμα, ὥσπερ ἐκεῖνος Ἑλένην ἐποίησε, πλὴν ὅσον ἐκείνη μὲν τῷ Πριάμῳ δεικνύει τὰ τοῦ στρατεύματος, Ἀντιγόνῃ δὲ ὁ παιδαγωγὸς διηγεῖται. Gu. I.

ὦ κλεινόν
: ὦ Ἀντιγόνη, ἔνδοξον τῷ πατρὶ βλάστημα ἐν τοῖς οἴκοις, ἐπεί σε ἡ μήτηρ κατέλιπε διὰ τὰς ἱκεσίας τὰς σὰς ἐκλιπεῖν τοὺς παρθενῶνας καὶ ἀνελθεῖν δηλονότι εἰς τὸ ἔσχατον ὑπερῷον τῶν δωμάτων, ὥστε ἰδεῖν τὸ στράτευμα τὸ Ἀργεῖον, ἐπίσχες, σαυτὴν δηλονότι, ἤγουν ἀνάμεινον, ὡς ἂν προεξερευνήσω καὶ ἴδω τὴν ὁδὸν, μή τις ἀπὸ τῶν πολιτῶν φαίνεται ἐν τῇ ὁδῷ, καὶ ἐμοὶ μὲν ἔλθοι καὶ καταλάβοι κακὸς ψόγος ὡς δούλῳ, σοὶ δὲ καθὰ ἀνάσσῃ καὶ κυρίᾳ. πάντα δὲ φράσω καὶ εἴπω ἅτινα ἐθεασάμην καὶ εἰσήκουσα παρὰ τῶν Ἀργείων, ὅτε ἦλθον φέρων τῷ σῷ ἀδελφῷ σπουδὰς ἐνθένδε, ἀπὸ τούτου τοῦ τόπου, ἐκεῖσε, παρ’ ἐκείνου δὲ πάλιν ἐνταῦθα. ἀλλ’ οὐδεὶς ἀπὸ τῶν πολιτῶν πλησιάζει ἐν τοῖς δόμοις. διέρχου δὲ διὰ τοῦ ποδὸς τὴν παλαιὰν κλίμακα τὴν ἀπὸ τοῦ κέδρου, καὶ σκόπει τὰ πεδία καὶ τὰ ῥεύματα τοῦ Ἰσμηνοῦ καὶ τὸ νᾶμα τῆς Δίρκης τῆς πηγῆς, ὅσον ὑπάρχει τὸ στράτευμα τῶν πολεμίων. I.

ὦ κλεινὸν οἴκοις
: ἡ τοῦ δράματος διάθεσις ἐνταῦθα ἀγωνιστικωτέρα γίνεται. τὰ γὰρ τῆς Ἰοκάστης παρελκόμενά εἰσι καὶ ἕνεκα τοῦ θεάτρου ἐκτέταται. ἡ δὲ ἔξοδος τῆς παρθένου εἰκών ἐστι τῆς
Ομηριμκῆς τειχοσκοπίας τῆς Ἑλένης ἐκ τοῦ ἐναντίου· ἐκεῖ γὰρ γυνὴ τῷ γέροντι δείκνυσιν. διδάσκει δὲ πρόοδον παρθένου γίνεσθαι κατ’ ἐπιτροπὴν μὲν μητρὸς, παιδαγωγίαν δὲ τροφέως, χρείας τε μὴ τῆς τυχούσης ἐπειγούσης τὴν ἔξοδον. Ἄλλως. εὗ διῴκηται ἡ τῆς Ἀντιγόνης ἔξοδος. καλῶς δὲ τὴν βασιλικὴν παρθένον οὐ γυναῖκες φυλάττουσιν, ἀλλ’ ὁ διὰ τὸ γῆρας σώφρων καὶ φρόνιμος. τοιγαροῦν οὐκ ἀσκέπτως μετ’ αὐτῆς ἔξεισιν, ἀλλ’ ἐρημίαν παραφυλάξας. ἐνόμιζε γὰρ διὰ τὸν πάσης πόλεως κίνδυνον δεῖν τὴν τῆς κόρης ἀμελεῖσθαι ποιεῖν εὐταξίαν. A. B.C.M. T.I.

88.

θάλος
: βλάστημα. B. M. κλάδος, βλάστημα. Gr. θαλλὸς ὁ κλάδος, θάλος δὲ τὸ τούτου βλάστημα. Gu.