Scholia in Euripidis Phoenissas (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma)

Scholia in Euripidem

Scholia Euripidem. Scholia Graeca in Euripidis Tragoedias, Vol. 3. Dindorf, Wilhelm, editor. Oxford: Oxford University Press, 1863.

830.

μυριάδας δ’ ἀγαθῶν
: εἰ δὲ δεῖ, φησὶ, φράσαι συντόμως, ἡ πόλις αὕτη μυρία ἀνδραγαθήματα καὶ νίκας συνάπτουσα εἰς ἄκρον ἐν τῷ πολέμῳ προελήλυθεν ἀνδραγαθημάτων, ὡς εἰ ἔλεγε, τὴν οὕτω μακαρίαν
οὐκ ἀπεικὸς τοὺς ἐπελθόντας πολεμίους ἀπώσασθαι. ἢ οὕτως· ἤδη τοσαῦτα πλεονεκτήματα εὐτυχήσασα καὶ ἄλλα ἄλλοις ἀμειψαμένη νῦν ἐπὶ ξυροῦ πολέμου ἕστηκεν, ἐπὶ ἀγωνίσμασι πολεμικοῖς. A. B.C. M.T.I. ἡ δὲ πόλις αὕτη πρὸς τοῖς ἄλλοις ἄλλας δεξαμένη μυριάδας ἀγαθῶν νῦν ἐν κινδύνοις ἄκροις ἕστηκεν. A.C.T.

832.

ἐπ’ ἄκροις ἔστακ’ Ἀρηΐοις στεφάνοισιν
: ἤγουν ὑπὸ πολεμίων κεκύκλωται καὶ πρὸς κίνδυνόν ἐστι. τοιαύτην γὰρ ἔμφασιν ἔχει τὸ ἄκροις, ἐπειδὴ καὶ οἱ ἐπ’ ἄκρου τινὸς ἱστάμενοι πρὸς τὸ πεσεῖν ἕτοιμοί εἰσιν. Gu.

834.-838.

ἡγοῦ πάροιθε
: προοδοποίει ἔμπροσθεν, ὦ θύγατερ, ὅτι ὀφθαλμὸς ὑπάρχεις σὺ τῷ τυφλῷ καὶ ὁδηγουμένῳ μοι ποδὶ, καθὰ τοῖς ἐπιβάταις τῆς νεὼς τὸ ἄστρον, εἰς ὃ δηλονότι ἀποβλέπουσιν· ἄγε πρόβαινε, προέρχου, τιθεῖσα τὸ ἐμὸν ἴχνος, ἤγουν ἐμὲ, εἰς ὁμαλὴν καὶ ἰσόπεδον γῆν, ἵνα μὴ προσπταίσωμεν, μὴ δυνάμενοι πορεύεσθαι· ἀσθενὴς γὰρ ὁ πατήρ σου. καὶ τὰς σημειώσεις τῶν ἀποβάσεων φύλασσε τῇ παρθενικῇ σου χειρί. I.