Scholia in Euripidis Phoenissas (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma)

Scholia in Euripidem

Scholia Euripidem. Scholia Graeca in Euripidis Tragoedias, Vol. 3. Dindorf, Wilhelm, editor. Oxford: Oxford University Press, 1863.

815.-817.

παῖδες ματρὶ λόχευμα
: κατὰ κοινοῦ τὸ οὐ καλὸν, τουτέστιν οὐ καλὸν οἱ μὴ νόμιμοι παῖδες, οἷον Οἰδίπους παρὰ τὸν τῆς φύσεως νόμον συγγενόμενος τῇ μητρὶ καὶ ἀνελὼν τὸν πατέρα. οὐ καλὸν οὖν, φησὶ, γέννημα, ἀλλὰ κατάρατον, παῖς τῆς τοῦ πατρὸς καὶ μητρὸς ἐπιβαίνων εὐνῆς· συναίμονα γὰρ εἶπε τὸν πατέρα τοῦ παιδὸς, ἐπειδὴ ἐξ ἑνὸς αἵματος ὁ παῖς τῷ πατρί. δύναται δὲ καὶ ἐπὶ τοῦ Ἐτεοκλέους ἡρμόσθαι ὁ λόγος, καὶ ἐροῦμεν οὕτως· οὐ καλὸν γέννημα οἱ μὴ νόμιμοι παῖδες τῇ μητρὶ, οἷον Ἐτεοκλῆς καὶ Πολυνείκης, ἐκ λέχους τοῦ αὐτοῦ πατρὸς καὶ ἀδελφοῦ ἐλθόντες εἰς φῶς, ἵν’ ᾖ τὸ συναίμονος ἀντὶ τοῦ ἀδελφοῦ, τὸ δὲ εἰς λέχος ἀντὶ τοῦ ἐκ λέχους, λόχευμα δὲ τὸ γέννημα. Ἄλλως. οἵτινες παῖδές εἰσι τῇ μητρὶ λόχευμα, μίασμα δὲ τοῦ πατρὸς, διὰ τὸ δι’ αὐτοὺς τετυφλωκέναι ἑαυτὸν, ἢ διότι ἑαυτὸν ἔκρυψεν· πατρὸς δὲ, τοῦ καὶ συναίμονος, ἐκ λέχους ἦλθον. A.M.T.