Scholia in Euripidis Phoenissas (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma)

Scholia in Euripidem

Scholia Euripidem. Scholia Graeca in Euripidis Tragoedias, Vol. 3. Dindorf, Wilhelm, editor. Oxford: Oxford University Press, 1863.

805.

χρυσοδέτοις
: ἡ μὲν Ἰοκάστη ὡς ἀκριβῶς εὐδυῖα εἶπε σιδηρᾶς τὰς περόνας, αὗται δὲ ὡς βάρβαροι οὐκ ἀκριβῶς ἴσασιν. A.B. M.I.

ἐπίσαμον
: τὸν ὕστερον γενόμενον διὰ τὴν τύφλωσιν ἐπίσημον, τουτέστι διάδηλον διὰ τὰς περόνας, αἷς ὕστερον ἑαυτὸν ἐτύφλωσεν· οὐ γὰρ ταῖς τῶν ποδῶν· εἶπε γὰρ τὰ δὲ σφυρῶν σιδηρᾶ κέντρα διαπείρας. CT.

περόναις ἐπίσαμον
: τοῦτο διὰ τὰς περόνας λέγει αἷς ὕστερον ἑαυτὸν ἐτύφλωσεν. εἶπε γὰρ ἐν ἐκείνοις σφυρῶν σιδηρᾶ κέντρα διαπείρας μέσον,’ ὅθεν δῆλον ὅτι οὐκ ἐπὶ τῶν σφυρῶν λέγει τὸ χρυσοδέτοις περόναις ἐπίσαμον, ἀλλὰ διὰ τὴν τύφλωσιν ἐπίσημον αὐτὸν γεγονέναι· μᾶλλον δὲ ἐμφαίνει τὰ σφυρὰ τοῦ Οἰδίποδος διὰ τὰ παρακείμενα· ἐπάγει γὰρ βρέφος ἔκβολον οἴκων. οὐ τυφλὸς δὲ ἦν, ἡνίκα ἐκβέβληται. ἴσως οὖν διαφόρου οὔσης τῆς ἱστορίας οὕτως ἀμφοτέροις συγκατατίθεται. A.M.T.

τὸ χρυσοδέτοις περόναις λέγει, ἢ ὅτι φέρεται λόγος ἢ σιδηρᾶς αὐτὰς εἶναι ἢ χρυσᾶς, ἢ ὅτι ὡμολογημένως σιδηραῖ ἦσαν, ὡς καὶ ἐν ἀρχῇ τοῦ δράματος εἴρηται τῷ ποιητῇ σφυρῶν σιδηρᾶ κέντρα δια πείρας. τιμῶν δὲ τοῦτον ὡς βασιλέα οὕτω ταύτας καλεῖ. Gu.