Scholia in Euripidis Phoenissas (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma)

Scholia in Euripidem

Scholia Euripidem. Scholia Graeca in Euripidis Tragoedias, Vol. 3. Dindorf, Wilhelm, editor. Oxford: Oxford University Press, 1863.

786.

καλλιχόροις
: δέον καλλιχόρου εἰπεῖν πρὸς τὸ νεάνιδος καλλιχόροις εἶπε πρὸς τὸ στεφάνοις ἔθει ποιητικῷ, ὡς καὶ κατωτέρω ἐρεῖ τὸ ψαλίοις τετραβάμοσιν. Gu. ἤγουν ἐν τῇ συζεύξει. Fl. 59.

νεάνιδος ὥραις
: τῆς νεανικῆς ἀκμῆς. M. ἀντὶ τοῦ ὡραίας, ἀκμαίας, ὥραν ἐχούσης γάμου. τὸ δ’ ἑξῆς, οὐ μέλπῃ, τουτέστιν οὐκ ᾄδεις, οὐδὲ ὑμνεῖς, ἐπὶ ἀκμαζούσῃ κόρῃ νυμφιδίους ᾠδὰς, οὐδὲ αὐλῶν μέλεσι γαμηλίων χορεύεις, ἀνασείσας τὸν πλόκαμον, ὥσπερ ὁ Διόνυσος καὶ οἱ τούτου χοροὶ, ἀλλ’ ἐπὶ πολέμους ὁρμᾷς. A.C.M.T. Ἄλλως
τοῖς γαμηλίοις καιροῖς. ἢ νεάνιδος ἀκμαίας, ὥραν ἐχούσης γάμου. διὰ τί δὲ μὴ τὸν σὸν βόστρυχον ἐπὶ στεφάνοις νεάνιδος ὥραις ἐκπετάσας μέλπῃ πρὸς πνεῦμα λωτοῦ; ἔνιοι δὲ νεάνιδος ὥρας, τοῦ ἔαρος τοῦ νέα πάντα ποιοῦντος. Ἄλλως. οὐ καλλιχόροις στεφάνοις βόστρυχον ἀμπετάσας ἐπὶ γάμοις νεάνιδος μέλπῃ νυμφιδίους ᾠδὰς πρὸς αὐλόν. ἡ ἐπί πρὸς τὸ ὥραις, ἐπὶ ὥραις νεάνιδος. A.B. C.M.I. οὐδὲ ἐπὶ καλλιστεφάνου ὡραίας νεάνιδος ἁπλώσας τὸν βόστρυχον κατὰ τὰ πνεύματα τοῦ λωτοῦ. A.M.T.

νεάνιδος ὥραις
: ἐν ἔαρι γινομένων τῶν Διονυσιακῶν, ὅσαι τῶν παρθένων ἦσαν βάκχαι ἀναπετῶσαι καὶ ἔκλυτον ἐῶσαι τὸν αὐτῶν βόστρυχον, ἐχόρευόν τε καὶ ᾖδον πρὸς αὐλὸν, ὃν νῦν καλεῖ λωτόν. καὶ εἰκότως παρείκασε τῷ λωτῷ τὸν αὐλὸν, κάλαμόν τε ὄντα καὶ ἐμμελῆ καὶ γλυκύτητος γέμοντα, καθάπερ ἐκεῖνος· ἔφερον δὲ αἱ βάκχαι καὶ κλάδους κισσοῦ, ἀλλὰ καὶ νεβρίδας ἐφόρουν. νεβρὶς δέ ἐστι δέρμα ἐλάφου μικροῦ κατάστικτον, ἣν καλοῦσι δορκάδα, ὡς νεβρόν. ἐπειδὴ γὰρ οἱ μαινόμενοι τὸ δέρμα αὐτῶν κατατέμνοντες κατάστικτον ποιοῦσι τοῖς μώλωψι, διὰ τοῦτο καὶ αὗται μανίαν ὑποκρινόμεναι σώφρονα ἐνεδέδυντο νεβρίδας. Bar. Gu.