Scholia in Euripidis Phoenissas (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma)

Scholia in Euripidem

Scholia Euripidem. Scholia Graeca in Euripidis Tragoedias, Vol. 3. Dindorf, Wilhelm, editor. Oxford: Oxford University Press, 1863.

71.

ξυμβάντ’
: οὗτος ὁ τόπος εἰς ἀσυμφωνίαν ἄχει τὸ δρᾶμα. ἔδει γὰρ ἐξέλασιν ὑποθέσθαι τοῦ Πολυνείκους, ἵνα διὰ τῶν ἑξῆς δεόντως λέγοι ποτὲ μὲν ἐπ’ ἦμαρ εἶχον, εἶτ’ οὐκ εἶχον. εἰ γὰρ ἀλλήλοις ὑπεχώρησαν ἐνιαυτὸν παρ’ ἐνιαυτὸν ἄρχειν, πάντως καὶ τὰ ἐπιτήδεια ἐπεφέρετο ὁ Πολυνείκης. δεῖ οὖν εἰδέναι ὅτι οὐ παρὰ πᾶσι συμφωνεῖ ἡ Πολυνείκους εἰς Ἄργος ἄφιξις. Φερεκύδης γὰρ ἐκβεβλῆσθαι τὸν Πολυνείκην φησὶ μετὰ βίας, Ἑλλάνικος δὲ ἱστορεῖ κατὰ συνθήκην αὐτὸν παραχωρῆσαι τὴν βασιλείαν Ἐτεοκλεῖ, λέγων αἵρεσιν αὐτῷ προθεῖναι τὸν Ἐτεοκλέα, εἰ βούλοιτο τὴν βασιλείαν ἔχειν, ἢ τὸ μέρος τῶν χρημάτων λαβεῖν καὶ ἑτέραν πόλιν οἰκεῖν. τὸν δὲ λαβόντα τὸν χιτῶνα καὶ τὸν ὅρμον Ἁρμονίας ἀναχωρῆσαι εἰς Ἄργος, κρίναντος τοῦ μέρους τὴν βασιλείαν Οἰδίποδος παραχωρῆσαι. ὧν τὸν μὲν ὅρμον Ἀφροδίτη, τὸν δὲ χιτῶνα Ἀθηνᾷ αὐτῇ ἐχαρίσατο· ἃ καὶ δέβωκε τῇ θυγατρὶ Ἄδραστος Ἀργείᾳ. ὅθεν Εὐριπίδης ταῖς δύο ἱστορίαις ἐχρήσατο, ἐνταῦθα μὲν τῇ Φερεκύδου, ὕστερον δὲ τῇ Ἑλλανίκου. A.B.C. M.I.

συμβάντ’ ἔταξαν
: συνελθόντες, συσκεψάμενοι ὥρισαν· ἢ συμβάντες, εἰς φιλίαν ἐλθόντες. C. φιλιωθέντες. B. συμβιβασθέντες. Gr. Fl. iidem. ξυμφωνήσαντες. Gu.

τὸν νέωτερον
: ὁ μὲν Εὐριπίδης τὸν Ἐτεοκλέα, ὁ δὲ Σοφοκλῆς τὸν Πολυνείκην μείζονα οἶδεν ἐν Οἰδίποδι. A.B. M.I.

τὸν νεώτερον
: κατὰ μὲν Εὐριπίδην νεώτερος Πολυνείκης Ἐτεοκλέους, ὡς δὲ Σοφοκλῆς ἐν Οἰδίποδι λέγει, πρεσβύτερος, ἔχων μὲν τὴν τῆς ἀρχῆς ἐξουσίαν τὸν τεταγμένον χρόνον καὶ πάλιν παραχωρήσας Ἐτεοκλεῖ, ἀπατηθεὶς δὲ ὑπ’ ἐκείνου, ὡς ἐπὶ τοῖς ἴσοις διατεθησομένου. Gu. Bar.