Scholia in Euripidis Phoenissas (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma)

Scholia in Euripidem

Scholia Euripidem. Scholia Graeca in Euripidis Tragoedias, Vol. 3. Dindorf, Wilhelm, editor. Oxford: Oxford University Press, 1863.

687.

ἐκτίσαντο
: ᾤκισαν. M. ᾤκησαν. B. rec. τὸ δὲ ἐκτί σαντο ἀντὶ τοῦ ᾤκισαν· οὗ γὰρ κτίζει τις, ἐνταῦθα καὶ οἰκεῖ. φησὶ δὲ καὶ Πίνδαρος ὀρείκτιτον σῦν τὸν ἐν τῷ ὄρει οἰκοῦντα. κατῴκουν δὲ ἐν Θήβαις Δημήτηρ καὶ Περσεφόνη, ὡς μέν τινές φασι, διὰ τὸ δωρήσασθαι Θήβας Περσεφόνῃ τὸν Δία χάριτός τινος ἕνεκα προϋπαρξάσης αὐτῷ παρὰ τῆσδε· ὡς δ’ ὁ ἀληθὴς ἔχει λόγος, διὰ τὸ τὴν γῆν πυριφόρον (sic) εἶναι, διὰ τοῦτο ἐμυθεύσαντο Δήμητρα ἐνταῦθα οἰκεῖν, ἐξ ἀνάγκης δὲ καὶ τὴν αὐτῆς θυγατέρα Περσεφόνην. Gu.

πυροφόρους θεάς
: τοῦτο πρὸς τὸ ἄνω ληπτέον· τουτέστιν, ὦ Ἔπαφε, πέμπε τὰς πυροφόρους θεὰς βοηθῆσαι τῇ γῇ. πυροφόρους δὲ εἶπε Δήμητρα καὶ Κόρην, ἐπειδὴ δᾳδουχίαι αὐταῖς γίνονται, τοῦ φωτὸς ἐμφαίνοντος τὴν ἐκ τῶν καρπῶν τοῖς ἀνθρώποις ζωήν. ἢ τὰς σιτοφόρους λέγει. ἔστι δὲ ταυτόν. A. C.M.T.

Πυρφόρους δὲ καλεῖ, ἐπειδὴ ἐν νυκτὶ γινομένων τῶν μυστηρίων οἱ μυούμενοι πῦρ ἔφερον, ὅθεν καὶ ταύτας πυρφόρους εἰκόνιζον. ἢ πυρφόρους τὰς παρεχούσας τὸν σῖτον. εἰ γὰρ καὶ μόνη Δημήτηρ παρέσχεν, ἀλλὰ μετ’ αὐτῆς καὶ ταύτην συνέλαβεν. κρεῖττον δέ ἐστι τὸ πρόσθεν· ἐπὶ γὰρ τῷ ποιῆσαι ὄλεθρον τοῦ τῶν πολεμίων στρατεύματος διὰ τοῦ πυρὸς ἐπιβοᾶται τοῦτον αὐτὰς πέμψαι. Gu. Bar.