Scholia in Euripidis Phoenissas (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma)

Scholia in Euripidem

Scholia Euripidem. Scholia Graeca in Euripidis Tragoedias, Vol. 3. Dindorf, Wilhelm, editor. Oxford: Oxford University Press, 1863.

683.

ᾇ διώννμοι θεαί
: ἀντὶ τοῦ ἔνθα. M. ἀντὶ τοῦ ὅπου. ἢ ἄρθρον ἐστὶ καὶ λείπει ὁ καί σύνδεσμος. M. Ἄλλως. τὸ ᾇ Δωρικόν ἐστιν ἀντὶ τοῦ ᾗ, ὅ ἐστιν ὅπου. τὸ δὲ ἐκτίσαντο ἀντὶ τοῦ ᾤκησαν, ὡς τὸ ὀρικτίτου συός παρὰ Πινδάρῳ ἀντὶ τοῦ ὀρειοίκου. ἱερὰν δὲ Δήμητρος τὴν Θήβην εἶπεν ἢ διὰ τὸ εὔκαρπον, ἢ ἐπειδὴ πάντα τὰ ἐκ γῆς φυόμενα ἱερὰ τῇ θεῷ, καὶ οἱ σπαρτοὶ δὲ ἐκ τῆς γῆς. διώνυμοι δὲ παρόσον ἡ μὲν Κόρη καὶ Περσεφόνη, ἡ δὲ Δημήτηρ καὶ Γῆ ὀνομάζεται, ἢ ὅτι δύο οὖσαι ἑνὶ ὀνόματι χρῶνται· ἑκατέρα γὰρ Δημήτηρ καλεῖται, ἡ μὲν πρεσβυτέρα, ἡ δὲ νεωτέρα. A. B. C. M.I. ὁ λόγος τοιοῦτος· ὁ σὸς ἔκγονος, ὦ Ἔπαφε, τὰς Θήβας ἔκτισεν
ἐνταῦθα, ἔνθα ἡ Περσεφόνη καὶ ἡ Δημήτηρ, αἱ διώνυμοι θεαὶ, ᾤκησαν· τὸ γὰρ κτίσαι ἀντὶ τοῦ οἰκῆσαι λέγουσιν. C.

διώνυμοι θεαί
: ἢ ὀνομασταὶ καὶ ἐξάκουστοι, ἢ αἱ δύο ὀνόματα ἔχουσαι. ἡ γὰρ Γῆ καὶ Δημήτηρ ἡ αὐτὴ καὶ ἡ Περσεφόνη καὶ Κόρη ἡ αὐτή. B.

διώνυμοι θεαί
: διωνύμους λέγει τὰς θεὰς, ἢ διὰ τὸ ἑκάστῃ δύο ὀνόματα εἶναι· τήν τε γὰρ Δήμητρα καὶ Γῆν καλοῦσι, τήν τε Περσεφόνην καὶ Κόρην· ἢ ἐπειδὴ δύο ἦσαν καὶ δύο ὀνόματα εἶχον. τὴν οὖν Περσεφόνην πάντων ἄνασσαν καλεῖ, τὴν δὲ Δήμητρα πάντων τροφόν. Gu. Bar. Τοῦτο ἀπὸ ἄλλης ἀρχῆς. χρὴ δὲ μὴ ὡς πληθυντικὸν ἄρθρον τὸ αι, ἀλλὰ ὡς Δωρικὸν περισπῶντας ἀναγινώσκειν, ἵνα σημαίνῃ τὸ ἔνθα. καὶ γίνεται ὁ λόγος τοιοῦτος· ὁ σὸς ἔκγονος, ὦ Ἔπαφε, τὰς Θήβας ἔκτισεν ἐνταῦθα, ἔνθα ἡ Περσεφόνη καὶ ἡ Δημήτηρ αἱ διώνυμοι θεαὶ ᾤκησαν· τὸ γὰρ κτίσαι ἀντὶ τοῦ οἰκῆσαι λέγουσιν, ὡς καὶ παρ’ Ὁμήρῳ ἐΰκτιτον Αἰπύ ἀντὶ τοῦ εὖ κατῳκημένον. πῶς δὲ αἱ θεαὶ αὗται οἰκισθῆναι ἐποίησαν τὰς Θήβας; οὕτως· τῆς γὰρ γῆς ἀναδιδούσης τοὺς σπαρτοὺς ἐκ τῶν τοῦ δράκοντος ὀδόντων ὁ Κάδμος τοὺς μὲν ἀπεθέριζε, τοὺς δὲ εἶχε συνεργοὺς εἰς τὴν τῆς πόλεως κατασκευήν. ἐπεὶ οὖν πάντα τὰ ἐκ γῆς ἀναδιδόμενα τῆς Δήμητρος ἂν εἰκότως νομίζοιτο, διὰ τοῦτο καὶ τούτους ὥσπερ βλάστημά τι ἐκ γῆς ἀναδεδόσθαι τῷ Κάδμῳ φαμὲν συνοικίσαντας αὐτῷ τὴν πόλιν. ὅθεν εἰκότως ἔφη τὰς θεὰς ταύτας συνεκτικέναι τὴν πόλιν. τί δ’ ἂν εἶεν οἱ ἀναδοθέντες ἐκ γῆς ἔνοπλοι; οἱ καρποί· ἄντικρυς γὰρ τούτων φυομένων ἀφθόνως εὐμαρές ἐστι πολεμικοὺς ἄνδρας τρέφειν, καὶ
συμμάχων ἔχειν πλῆθος, καὶ διὰ τὸ ἐπικουρεῖν καὶ παρέχειν τοῖς δεομένοις. ἢ τὸ ἔνοπλον δηλοῖ τὸ ἀσφαλὲς τοῦ καρποῦ καὶ οὔποτε τὴν πόλιν ἐπιλείψαντος. εἰκότως οὖν νομίζοιντο ἂν αἱ θεαὶ αὗται συνῳκηκέναι τὴν πόλιν, ἐπεὶ τὸ ἀναγκαιότατον τῶν ἐν ἀνθρώποις παρέσχον τὸν σῖτον. A.T. Fl. 33.