Scholia in Euripidis Phoenissas (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma)

Scholia in Euripidem

Scholia Euripidem. Scholia Graeca in Euripidis Tragoedias, Vol. 3. Dindorf, Wilhelm, editor. Oxford: Oxford University Press, 1863.

682.

σοί νιν ἔκγονοι
: ὁ σὸς ἔκγονος Κάδμος, ὦ Ἔπαφε, τὰς Θήβας ἔκτισεν ἐν τούτῳ τῷ τόπῳ, ἐν ᾧ αἱ διώνυμοι θεαὶ ᾤκησαν. δεδόσθαι γὰρ τὰς Θήβας τῇ Περσεφόνῃ ὑπὸ τοῦ Διὸς ἀνακαλυπτήρια, ὡς Εὐφορίων·
ἀλλ’ οὔπω Θήβῃ πεπρωμένα κεῖτο τάλαντα, τήν ῥά ποτε Κρονίδης δῶρον πόρε Περσεφονείῃ, ὃν γαμέτην ὅτε πρῶτον ὀπωπήσεσθαι ἔμελλε, νυμφιδίου σπείροιο παρακλίνασα καλύπτρην.
A.B.M.T. Fl. 33. I.

σοί νιν ἔκγονοι
: γράφεται καὶ σῷ νιν ἐκγόνῳ κτίσαν, ἵν’ ᾖ, τῷ ἐκγόνῳεσου, τῷ Κάδμῳ, αἱ θεαὶ κατέκτισαν τὰς Θήβας. γέγονε δὲ περὶ τὴν γραφὴν ἁμάρτημα. ἕως ἄρχοντος γὰρ Ἀθήνησιν Εὐκλείδοῦ,
μήπω τῶν μακρῶν εὑρημένων, τοῖς βραχέσιν ἀντὶ τῶν μακρῶν ἐχρῶντο, τῷ ε ἀντὶ τοῦ η, καὶ τῷ ο ἀντὶ τοῦ ω. ἔγραφον οὖν τὸ δήμῳ μετὰ τοῦ ι δῆμοι. μὴ νοήσαντες δὲ ὅτι κατὰ τὴν ἀρχαίαν γραφήν ἐστι καὶ δεῖ μεταθεῖναι τὸ ο εἰς τὸ ω ἐτάραξαν τὸ νοητόν. A. B. C.M.T.I.

σοί νιν ἔκγονοι κτίσαν
: τὸ νὶν ἀντὶ τοῦ τὴν γῆν, τουτέστι τὰς Θήβας. προμάτορα δὲ αἱ Φοίνισσαι τὴν Ἰὼ ἔφησαν, διὰ τὸ Φοίνικα ἀπ’ Ἰοῦς γένος κατάγειν· Κάδμου γὰρ καὶ Εὐρώπης ἀδελφὸς Φοῖνιξ. C.T. Ἄλλως.

σοί νιν ἔκγονοι
: ἀντὶ τοῦ ὁ σὸς ἔκγονος αὐτὴν
ἔκτισεν ὅπου αἱ διώνυμοι θεαὶ ᾠκήσαντο. ἀπόγονος ὁ Κάδμος Ἐπάφου, ἐπεὶ Ἀγήνορός ἐστιν υἱός. ὁ δὲ νοῦς, κατακαλουμέθα σὲ, ὦ Ἔπαφε, Ἰοῦς καὶ Διὸς γένεθλον, εἴσελθε δὴ σωτήριος εἰς τὰς Θήβας καὶ ταῖς παρ’ ἡμῶν ἱκεσίαις ἐπίνευσον· ὁ σὸς γὰρ ἔκγονος Κάδμος ἔκτισε τὰς Θήβας, ὅθεν δικαίως ἂν σώζοις αὐτάς. τὸ οὖν πληθυντικὸν ἀντὶ τοῦ ἑνικοῦ κεῖται· ἔδει γὰρ εἰπεῖν, σὸς Κάδμος ἔκγονος. A.C.M.