Scholia in Euripidis Phoenissas (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma)

Scholia in Euripidem

Scholia Euripidem. Scholia Graeca in Euripidis Tragoedias, Vol. 3. Dindorf, Wilhelm, editor. Oxford: Oxford University Press, 1863.

676.-689.

καί σε τόν
: καὶ δή σε, ὦ γένεθλον τοῦ Διὸς, τὸν
Ἔπαφον λέγω, τὸν υἱὸν τῆς ποτὲ Ἰοῦς, τῆς προμήτορος ἡμῶν, — ἀντὶ τοῦ τῶν ἀρχόντων ἡμῶν· οἰκειοῦται γὰρ τὰ τῶν δεσποτῶν — ἐπικαλοῦμαι βαρβαρικῇ βοῇ, βαρβαρικαῖς λιταῖς. τὸ δὲ ἰώ διὰ μέσου. βᾶθι, ἤγουν ἐλθὲ, εἰς τήνδε τὴν γῆν. οἱ σοὶ ἀπόγονοι ἔκτισαν αὐτὴν ἐκεῖ, ὅπου αἱ διτταὶ θεαὶ, ἡ Περσεφόνη καὶ ἡ προσφιλὴς Δημήτηρ, ἡ θεὰ γῆ, ἡ πάντων ἄνασσα, πάντων δὲ τροφὸς, ἐκτίσαντο καὶ κατῴκισαν, ἢ τὴν κτῆσιν ἔσχον. πέμπε σιτοφόρους θεὰς, ταύτας δηλονότι, τὴν Δήμητρα καὶ τὴν Περσεφόνην, βοηθῆσαι τῇδε τῇ γῇ. πάντα δὲ εὔκολα τοῖς θεοῖς. Gr. Cant. I.

678.

Ἔπαφον
: Ἔπαφος ἐκλήθη, ἐπεὶ ὁ Ζεὺς ἐπαφησάμενος τῆς Ἰοῦς πάλιν εἰς γυναῖκα αὐτὴν μετεμόρφωσεν. B.C.M. I. ἀπόγονος Ἐπάφου Κάδμος, ἐπεὶ Ἀγήνορός ἐστιν υἱὸς τοῦ Βήλου τοῦ Λιβύης τῆς Ἐπάφου τοῦ Ἰοῦς. M. ἐπικαλούμεθα σὲ, ὦ Ἔπαφε, ὃς Ἰοῦς καὶ Διὸς γένεθλον ὑπάρχεις, ἐλθὲ δὴ σωτήριος εἰς τὰς Θήβας ταῖς ἡμῶν λιταῖς ἐπινεύσας· οἱ γὰρ σοὶ ἔκγονοι, καὶ τὰ ἑξῆς. B.I. ἀπὸ γὰρ τῆς τοῦ Διὸς ἐπαφῆς πρὸς Ἰὼ Ἔπαφος ἐγένετο, ὃν νῦν ἐπιβοᾶται πρὸς ἀρωγὴν, ὡς πρόγονον. Gu.

682.

σοί νιν ἔκγονοι
: ὁ σὸς ἔκγονος Κάδμος, ὦ Ἔπαφε, τὰς Θήβας ἔκτισεν ἐν τούτῳ τῷ τόπῳ, ἐν ᾧ αἱ διώνυμοι θεαὶ ᾤκησαν. δεδόσθαι γὰρ τὰς Θήβας τῇ Περσεφόνῃ ὑπὸ τοῦ Διὸς ἀνακαλυπτήρια, ὡς Εὐφορίων·
ἀλλ’ οὔπω Θήβῃ πεπρωμένα κεῖτο τάλαντα, τήν ῥά ποτε Κρονίδης δῶρον πόρε Περσεφονείῃ, ὃν γαμέτην ὅτε πρῶτον ὀπωπήσεσθαι ἔμελλε, νυμφιδίου σπείροιο παρακλίνασα καλύπτρην.
A.B.M.T. Fl. 33. I.