Scholia in Euripidis Phoenissas (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma)

Scholia in Euripidem

Scholia Euripidem. Scholia Graeca in Euripidis Tragoedias, Vol. 3. Dindorf, Wilhelm, editor. Oxford: Oxford University Press, 1863.

657.-675.

ἔνθα φόνιος
: ἔνθα δράκων ἦν τοῦ Ἄρεος φονικὸς, ἄγριος, ἀπηνὴς φύλαξ, τῆς πηγῆς δηλονότι, τὰ νάματα τὰ εὔυδρα καὶ τὰ ὑγρὰ ῥεῖθρα ἐφορῶν ὀφθαλμοῖς ἐπὶ πολλὰ διάγουσι τὸ βλέμμα καὶ σκοπουμένοις· ὃν ὁ Κάδμος ὁ ὀλεσίθηρος ἐπὶ θυσίας ἐλθὼν, ὀλέσας λίθῳ, βαλὼν αὐτὸν βολαῖς χειρῶν κατὰ τὸ κρᾶτα τὸ φόνιον κατὰ τὰς βουλὰς τῆς ἐνδόξου Ἀθηνᾶς τῆς ἀμήτορος, ἔσπειρε χαμαιριφεῖς τοὺς ὀδόντας αὐτοῦ εἰς αὔλακας βαθυσπόρους, ὅθεν ἀνέδωκεν ἡ γῆ ὡπλισμένους ἄνδρας ἐπάνω τῆς ἐπιφανείας τῆς γῆς· σιδηρόφρων δὲ φόνος πάλιν ἥνωσεν αὐτὴν τῇ προσφιλεῖ γῇ. ἀπὸ τοῦ αἵματος δὲ αὐτῆς ἔδευσε τὴν γῆν, ἥτις, ἤγουν ἡ γῆ, ἔδειξεν αὐτὴν ταῖς πνοαῖς τοῦ ἀέρος ταῖς εὐκόλως ὑπὸ τοῦ ἡλίου φωτιζομέναις. Gr. Cant. I. ἐν τῇ Δίρκῃ δράκων ἦν φύλαξ υἱὸς Ἄρεος, ὃν ἀνεῖλε Κάδμος λίθῳ βαλὼν Ἀθηνᾶς συμβουλῇ. εἶπε γὰρ Ἀπόλλων αὐτῷ τὴν ἡγησαμένην βοῦν θῦσαι τῇ γῇ, ὅτι σύμβολον αὐτῷ αὐτόθι γέγονε τοῦ κτίσαι
τὴν πόλιν. ἐπεὶ οὖν θυσίαν τελέσειν ἔμελλεν ἀπελθὼν εἰς Δίρκην ἐπὶ χερνίβας ἤτοι χειρῶν ἀπονίψεις, ὡς ἔθος, κωλυόμενος ὑπὸ τοῦ δράκοντος ἀναιρεῖ αὐτὸν, καὶ τοὺς αὐτοῦ ὀδόντας λαβὼν ἔσπειρεν εἰς γῆν, ὅθεν ἀνεδίδοντο πάνοπλοι ἄνδρες οἱ γίγαντες, καὶ συνάψαντες πρὸς ἀλλήλους αὐτίκα μάχην ἀναιροῦνται πάντες πλὴν τινῶν. Gu.