Scholia in Euripidis Phoenissas (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma)

Scholia in Euripidem

Scholia Euripidem. Scholia Graeca in Euripidis Tragoedias, Vol. 3. Dindorf, Wilhelm, editor. Oxford: Oxford University Press, 1863.

638.

Κάδμος
: ὁ Κάδμος ἦλθεν εἰς τήνδε τὴν γῆν ὁ Τύριος, οὗ χάριν ἡ τετράπους μόσχος ἔρριψεν ἑαυτὴν αὐτόματον πτῶμα, μὴ ὑπό τινος πληγῆς γεγονὸς, διδοῦσα τέλος φέροντα τὸν χρησμὸν, ὅπου οἰκεῖσθαι ἐποίησε. πεδία δὲ σιτοφόρα τῶν δόμων ὁ χρησμὸς ἔχρησε, γενέσθαι δηλονότι, ὅπου τε ἡ καλλιπόταμος νοτὶς τοῦ ὕδατος τῆς Δίρκης ἐπέρχεται τὰς βοτανηφόρους αὔλακας τῆς γῆς καὶ βαθυσπόρους, ἔνθα τὸν Διόνυσον ἔτεκεν ἡ μήτηρ αὐτοῦ ἡ Σεμέλη διὰ τοῦ γάμου τοῦ Διός. ὅντινα τὸν Διόνυσον εὐθὺς ἔτι βρέφος ὄντα κισσὸς φύσιν ἔχων ἑλίσσεσθαι κύκλῳ ἐσκέπασε, μακάριον δείξας, κλάδοις χλοηφόροις κατασκίοις. κισσός δὲ εἰπὼν ἐπάγει βακχεῖον χόρευμα, ἤγουν λέγω χόρευμα βακχικὸν τῶν παρθένων τῶν Θηβαίων, καὶ τῶν γυναικῶν τῶν εὐΐων, ἤγουν τῶν βακχικῶν. Gr. Florr. I.

Κάδμος ἔμολε τάνδε γᾶν
: Κάδμος ζητῶν τὴν ἰδίαν ἀδελφὴν Εὐρώπην μαντεῖον ἔλαβε περὶ τῆς ἀδελφῆς οὐδὲν αὐτῷ σημαῖνον, ἀλλ’
ὥστε αὐτὸν ἐξελθόντα ἕπεσθαι βοῒ, καὶ οὗ δ’ ἂν αὐτόματος πέσῃ κτίζειν πόλιν. ἔχει δὲ ὁ χρησμὸς τοῦ Πυθίου θεοῦ οὕτως·
Φράζεο δή μοι μῦθον, Ἀγήνορος ἔκγονε Κάδμε· ἠοῦς ἐγρόμενος προλιπὼν ἴθι Πυθὼ δῖαν, ἠθάδ’ ἔχων ἐσθῆτα καὶ αἰγανέην μετὰ χερσὶ, τὴν διά τε Φλεγυῶν καὶ Φωκίδος, εὖτ’ ἂν ἵκηαι βουκόλον ἠδὲ βόας κηριτρεφέος Πελάγοντος. ἔνθα δὲ προσπελάσας συλλάμβανε βοῦν ἐρίμυκον τὴν ἥ κεν νώτοισιν ἐπ’ ἀμφοτέροισιν ἔχῃσι λευκὸν σῆμ’ ἑκάτερθε, περίτροχον ἠΰτε μήνης·
τήνδε σὺ ἡγεμόνα σχὲ περιτρίπτοιο κελεύθου. σῆμα δέ τοι ἐρέω μάλ’ ἀριφραδὲς, οὐδέ σε λήσει· ἔνθα κέ τοι πρώτιστα βοὸς κέρας ἀγραύλοιο ἵζηται κλίνῃ τε πέδῳ γόνυ ποιήεντι, καὶ τότε τὴν μὲν ἔπειτα μελαμφύλλῳ χθονὶ ῥέζειν ἁγνῶς καὶ καθαρῶς, γαίῃ δ’ ὅταν ἱερὰ ῥέξῃς, ὄχθῳ ἐπ’ ἀκροτάτῳ κτίζειν πόλιν εὐρυάγυιαν, δεινὸν Ἐνυαλίου πέμψας φύλακ’ Ἄιδος εἴσω. καὶ σύ γ’ ἐπ’ ἀνθρώπους ὀνομάκλυτος ἔσσεαι αὖθις, ἀθανάτων λεχέων ἀντήσας, ὄλβιε Κάδμε.
ταῦτα ἀκούσας ὁ Κάδμος ἀφίκετο εἰς τὸ βουκόλιον τοῦ Πελάγοντος τοῦ Ἀμφιδάμαντος, παρ’ οὗ ἀγοράσας βοῦν καὶ ἡγεμόνα ταύτην τῆς ὁδοῦ ποιησάμενος κτίζει τὰς Θήβας ὁμωνύμους τῶν Αἰγυπτίων Θηβῶν,
ἐπεὶ τὸ ἀνέκαθεν Αἰγύπτιος ἦν ὁ Κάδμος. καὶ ἡ Βοιωτία δὲ ἀπὸ τῆς βοὸς ἐκλήθη. A.B.C. M.T.I. Κάδμος πεμφθεὶς ὑπὸ τοῦ πατρὸς Ἀγήνορος ζητῆσαι τὴν ἀδελφὴν αὐτοῦ Εὐρώπην σὺν τοῖς ἀδελφοῖς, καὶ μὴ εὑρὼν αὐτὴν, εἰς τὸ μαντεῖον τοῦ Ἀπόλλωνος ἐν Πυθοῖ παραγίνεται, πυνθανόμενος ποῦ ὀφείλει κατοικεῖν· ὁ δὲ ἔφη, ὅπου καθίσει ἡ βοῦς αὕτη, ἐκεῖ κτίσον πόλιν. καὶ δὴ ἐξελθὼν τοῦ μαντείου εὗρε βοῦν, καὶ ἠκολούθησεν αὐτῇ, καὶ εἰς Θήβας ἔθηκε, καὶ ἐκεῖ ᾠκοδόμησε τὰς Θήβας· θήβα γὰρ Συριστὶ λέγεται ἡ βοῦς. C.

Εὐρώπης ἁρπασθείσης ὑπὸ Διὸς ταύρου γεγονότος καὶ ἀπαχθείσης εἰς Δικταῖον ἄντρον τῆς Κρήτης, Ἀγήνωρ ὁ ταύτης πατὴρ ἀγνοῶν τὸ συμβὰν ἔπεμψε τοὺς ἀδελφοὺς αὐτῆς κατὰ ζήτησιν. ἄλλων οὖν ἄλλοσέ πη ἰόντων Κάδμος ἐλθὼν εἰς τὸν Πύθιον αἰτεῖται μαντεῖον περὶ τῆς ἀδελφῆς. καὶ ὃς αὐτῷ μὲν οὐδὲν περὶ τούτου ἔχρησεν, ἐξελθόντα δὲ ἕπεσθαι βοῒ, καὶ ὅπη ἂν ἐκείνη αὐτομάτως καὶ μηδενὸς δαμάσαντος πεσεῖται, πόλιν ἀνεγείρειν ἐκεῖ. ἀκούσας οὖν Κάδμος ἀφίκετο εἰς τὸ βουκόλιον τοῦ Πελάγοντος, ἀφ’ οὗ πριάμενος βοῦν, καὶ ἡγεμόνα ταύτην τῆς ὁδοῦ ποιησάμενος, ἔνθα πέπτωκεν αὕτη, κτίζει τὰς Θήβας, ὁμωνύμους τῶν Αἰγυπτίων Θηβῶν· Αἰγύπτιος γὰρ ἦν τὸ ἀνέκαθεν Κάδμος. ἀπὸ δὲ τῆς βοὸς ταύτης καὶ ἡ Βοιωτία τοὔνομα ἔσχε. Gu.

τάνδε γᾶν
: λείπει εἰς, εἰς τήνδε γῆν. λέγει δὲ τὰς Θήβας. M.