Scholia in Euripidis Phoenissas (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma)

Scholia in Euripidem

Scholia Euripidem. Scholia Graeca in Euripidis Tragoedias, Vol. 3. Dindorf, Wilhelm, editor. Oxford: Oxford University Press, 1863.

549.

τί τὴν τυραννίδ’ εὐδαίμονα
: λείπει τὸ οὖσαν καὶ τὸ ὡς. τί τιμᾷς τὴν τυραννίδα, ἀδικίαν οὖσαν, ὡς εὐδαίμονα καὶ μακαρίαν; Ἄλλως. τί τὴν τυραννίδα εὐδαίμονα νομίζεις, ἀδικίαν οὖσαν; ἔδει,
φασὶ δυσδαίμονα αὐτὴν εἰπεῖν, ἵνα τὸν Ἐτεοκλέα τῆς περὶ αὐτὴν ἀσεβοῦς ἐπιθυμίας ἀποστρέψῃ. διὰ μέσου δὲ μετὰ σχετλιασμοῦ τὸ ὑπέρφευ ἀναπεφώνηται. A.B. C.M.T.I

τί τὴν τυραννίδ’
: τί τὸ τυραννεῖν εὔδαιμον τιμᾷς, τουτέστιν ἡγῇ, ἄδικον ὄν; ἢ καὶ οὕτως· τί τὸ τυραννεῖν εὔδαιμον ἄδικον ἡγῇ, ἤγουν ἀδικίαν καλλίστην; ὥσπερ καὶ αὐτὸς ὄπισθέν φησιν εἴπερ γὰρ ἀδικεῖν χρὴ, τυραννίδος πέρι κάλλιστον ἀδικεῖν. ὤφειλε δὲ εἰπεῖν ἡγῇ· ἐπεὶ δὲ, ὅπερ νομίζει τις κάλλιστον, τοῦτο καὶ τιμᾷ, ἀντὶ τοῦ ἡχῇ τὸ τιμᾷς εἶπε, τὸ δὲ ὑπέρφευ, σχετλιαστικὸν ὂν, διὰ μέσου ἔθηκεν. Bar. Gu,

εὐδαίμονα
: εὐδαίμονα κρίνεις ὤφειλεν· ἵνα δὲ δηλώσῃ τὸ πρὸς αὐτὴν αὐτοῦ σέβας, καὶ ὅπως αὐτῆς αὐτὸς ἡττᾶται, καὶ ὅπως αὐτὴν θαυμάζει, οὐχ ἁπλῶς λέγει κρίνεις, ἀλλὰ τιμᾷς, ὅμοιον ὡς ἐάν τις εἴπῃ, δίκαιον σέβομαι τὸν θεὸν, ἅμα τῇ πίστει τοῦ εἶναι αὐτὸν δίκαιον ἐμφαίνων διὰ τῆς λέξεως καὶ τὸ περὶ αὐτὸν σέβας. Cant. Gr. Mosq. τίμιον. M.