Scholia in Euripidis Phoenissas (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma)

Scholia in Euripidem

Scholia Euripidem. Scholia Graeca in Euripidis Tragoedias, Vol. 3. Dindorf, Wilhelm, editor. Oxford: Oxford University Press, 1863.

501.

νῦν δ’ οὔθ’ ὅμοιον οὐδὲν οὔτ’ ἴσον βροτοῖς
: μέχρι ὀνόματος τὸ ὅμοιον καὶ τὸ ἴσον σώζεται τοῖς ἀνθρώποις. ὀνομάζομεν γὰρ κοινῇ πάντες Ἕλληνες χρυσὸν, καὶ τὸ μὲν ὄνομα ὁμοίως προφερόμεθα, διχοστατοῦμεν δὲ περὶ τὴν τούτου δόξαν, οἱ μὲν ἀγαθὸν, οἱ δὲ φαῦλον αὐτὸν φάσκοντες. ὁμοίως καὶ ἐπὶ τῆς σωφροσύνης καὶ ἐπὶ πάντων τῶν ἄλλων. A.B. C.M.T. Gu. I.

οὔθ’ ὅμοιον
: οὐ σύμφωνον. M.

ἴσον
: τῆς αὐτῆς προαιρέσεως. M.

νῦν δ’ οὔθ’ ὅμοιον
: νῦν δὲ οὔτε ὅμοιον οὐδέν ἐστι παρὰ τοῖς ἀνθρώποις οὔτε ἴσον, πλὴν ὀνομάσαι· ὀνομάζεται μὲν γὰρ παρὰ πᾶσιν ἀνθρώποις ὅμοιον καὶ ἴσον, καὶ συμφωνοῦσι κατὰ τοῦτο πάντες ἄνθρωποι, τὸ δὲ ἔργον τοῦτο οὐκ ἔστι παρ’ αὐτοῖς· ἤγουν ὅμοιον μὲν ὄνομα καὶ ἴσον ἐστὶ παρὰ τοῖς ἀνθρώποις, ἔργον δὲ ὅμοιον καὶ ἴσον οὐκ ἔστιν· ἔκαστος γὰρ τὸ πλέον ζητεῖ καὶ τὸ κρεῖττον. Gr. Cant. Bar. Mosq. ὃ λέγει, τοῦτό ἐστι· τὸ ἰσότητος ὄνομα παρὰ πάντων λέγεται, τὸ δὲ ἔργον αὐτῆς παρ’ οὐδενί ἐστιν. ὃ γὰρ σὺ καλὸν νομίζεις, ἐμοὶ οὐ καλὸν φαίνεται. λέγει οὖν ταῦτα ὁ Ἐτεοκλῆς, ὡς, εἰ καὶ δοκεῖ σοι, ὦ Πολύνεικες, καλὸν τὸ ἐπίσης μετέχειν ἡμᾶς τῆς βασιλείας, ἀλλ’ ἐγὼ τοῦτο κακὸν νομίζω. Gu. καθ’ ἑαυτοῦ λέγει τοὺς λόγους τούτους Ἐτεοκλῆς, εἰ καὶ ὑπὲρ αὑτοῦ λέγειν δοκεῖ. Gu. ὅμοιον ἐπὶ ποιοῦ, ἴσον ἐπὶ ποσοῦ. Gr. Cant. τὸ ὅμοιον καὶ τὸ ἴσον ἐκ παραλλήλου. Gu.

ὅμοιον
: σύμφωνον, τῆς αὐτῆς ἐχόμενον προαιρέσεως. Gu.