Scholia in Euripidis Phoenissas (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma)

Scholia in Euripidem

Scholia Euripidem. Scholia Graeca in Euripidis Tragoedias, Vol. 3. Dindorf, Wilhelm, editor. Oxford: Oxford University Press, 1863.

50.

αἴνιγμ’ ἐμὸς παῖς
: αἴνιγμά ἐστι τὸ ἀποκεκρυμμένον εἰς τὴν διάνοιαν καὶ δυσεύρετον. M. αἴνιγμα λέγει τὰ ἀποκεκρυμμένην ἔχοντα τὴν διάνοιαν καὶ δυσεύρετον. Gu. παρεγένετο γὰρ εἰς Θήβας μετὰ χρόνον. M. τινὲς γράφουσι Μούσας ἐμὸς παῖς, ὃ καὶ βέλτιον. Μούσας δέ φησι τὰ αἰνίγματα, διότι ἐμμελῶς προσεφέρετο τότε ἡ Σφίγξ. τὸ δὲ αἴνιγμα Ἀσκληπιάδης οὕτως ἀναγράφει
Ἔστι δίπουν ἐπὶ γῆς καὶ τετράπον, οὗ μία φωνὴ, καὶ τρίπον· ἀλλάσσει δὲ φυὴν μόνον ὅσσ’ ἐπὶ γαῖαν ἑρπετὰ κινεῖται ἀνά τ’ αἰθέρα καὶ κατὰ πόντον. ἀλλ’ ὁπόταν πλεόνεσσιν ἐρειδόμενον ποσὶ βαίνῃ, ἔνθα τάχος γυίοισιν ἀφαυρότατον πέλει αὐτοῦ.
τὴν δὲ λύσιν τοῦ αἰνίγματος οὕτω φασί τινες εἰρῆσθαι,
Κλῦθι καὶ οὐκ ἐθέλουσα, κακόπτερε Μοῦσα θανόντων, φωνῆς ἡμετέρης, σὸν τέλος ἀμπλακίης, ἄνθρωπον κατέλεξας, ὃς, ἡνίκα γαῖαν ἐφέρπει, πρῶτον ἔφυ τετράπους, νήπιος ἐκ λαγόνων, γηραλέος δὲ πέλων τρίτατον πόδα βάκτρον ἐρείδει, αὐχένα φορτίζων, γήραϊ καμπτόμενος.
τινὲς δέ φασι τύχῃ λῦσαι τὸ αἴνιγμα καὶ δακτυλοδεικτεῖν ὅ ἐστι τὸν ἄνθρωπον, ἑαυτὴν διεσπάραξεν. A. C.M.T.