Scholia in Euripidis Phoenissas (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma)

Scholia in Euripidem

Scholia Euripidem. Scholia Graeca in Euripidis Tragoedias, Vol. 3. Dindorf, Wilhelm, editor. Oxford: Oxford University Press, 1863.

47.

Κρέων δ’ ἀδελφός
: ἀνοήτως, φασὶν, ἐπὶ τὸν τῆς ἀδελφῆς γάμον τὸν τυχόντα καλῶν. ἀγνοοῦσι δὲ ὅτι ἡ κατεπείγουσα συμφορὰ καὶ παρὰ τὸ πρέπον τι πράττειν προτρέπεται. ἔπειτα καὶ ἄριστόν τινα ᾤετο τὸν ἐγχειρήσαντα τῷ ἀγῶνι. κατὰ γὰρ Πίνδαρον ὁ μέγας κίνδυνος ἄναλκιν οὐ φῶτα λαμβάνει. A. B.C.M. T.I.

Κρέων ἀδελφός
: ὁ Κρέων ὁ ἐμὸς ἀδελφὸς ἐκήρυξε τὰ ἐμὰ λέχη, ἀντὶ τοῦ τὸν ἐμὸν γάμον, ὑπισχνούμενος ξυνάψειν τὰ λέκτρα τὰ ἐμὰ δηλονότι, ἀντὶ τοῦ ἐμὲ, εἰς γάμον ἐκείνῳ ὅστις ἂν νοήσειεν τὸ αἴνιγμα τῆς σοφῆς παρθένου, ἤγουν τῆς Σφιγγός. Gr. Leid.

Κρέων τ’ ἀδελφός
: σκόπει ὡς ἐνταῦθά ἐστιν ἡ ἀπόδοσις, καὶ μή
σε εἰς πλάνην ὁ τε σύνδεσμος ἐμβάλλῃ. ἀλλ’ εἰποῦσα ἄνω, ὡς δὲ ἠφάνιζε τὴν πόλιν ἐν ἁρπαγαῖσιν ἡ Σφὶγξ, καὶ οὐκ ἦν ἐμὸς ἀνὴρ, ἐνταῦθα ἐπάγει τὴν ἀπόδοσιν οὕτω· καὶ ὁ ἐμὸς ἀδελφὸς Κρέων τοὺς ἐμοὺς γάμους κηρύσσει, καὶ ὁ ἐμὸς παῖς τυγχάνει πως καὶ κατά τινα τρόπον μαθὼν τὸ αἴνιγμα· ὥστε, εἰ πρὸς τὸ τυγχάνει τέ, ἀλλὰ μὴ δέ ἦν, οὐδεμία ἂν ἦν δυσχέρεια. νῦν δὲ διὰ τὸ δέ πλανώμενοί τινες καὶ μὴ δυνάμενοι συνιδεῖν τὴν σύνταξιν ἐκβάλλουσιν ἐξ ἀνάγκης ἐκεῖσε τὸν σύνδεσμον. ἢ πρὸς τὸ λέκτρα τὴν ἀπόδοσιν ποίησον, ἵν’ ᾖ τὸ δέ κατὰ Ἀττικὴν συνήθειαν, ὥσπερ ἐκεῖνοι ποιοῦσιν εἰς τὰς ἀποδόσεις. Gu.