Scholia in Euripidis Phoenissas (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma)

Scholia in Euripidem

Scholia Euripidem. Scholia Graeca in Euripidis Tragoedias, Vol. 3. Dindorf, Wilhelm, editor. Oxford: Oxford University Press, 1863.

411.

κάπρῳ λεοντί θ’
: ὁ χρησμὸς ὑπὸ Μνασέου οὕτως ἀναγέγραπται
κουράων δὲ γάμους ζεῦξον κάπρῳ ἠδὲ λέοντι, οὕς κεν ἴδῃς προθύροισι τεοῦ δόμου ἐξ ἱεροῖο ἁμοῦ στείχοντας, μηδὲ φρεσὶ σῇσι πλανηθῆς.
καὶ οἱ μὲν λέγουσιν ὡς ἀπὸ τῶν ἐπισήμων τῶν ἀσπίδων συνέβαλεν Ἄδραστος· ὁ μὲν γὰρ εἶχε τὸν Καλυδώνιον σῦν, ὁ δὲ τὴν λεοντοπρόσωπον Σφίγγα· οἱ δ’, ὡς κρύους γενομένου ἀφίκοντο εἰς τὸ Ἀπόλλωνος ἱερὸν καὶ δορὰς εὑρόντες λέοντος καὶ συὸς ἀναθήματα κυνηγετῶν ἐφιλονείκησάν τε καὶ περὶ τῆς στάσεως εἰς κρίσιν ἀχθέντες τῷ βασιλεῖ τῶν γάμων ἔτυχον. ἀπείκασε γὰρ τὸν μὲν λέοντι, τὸν δὲ Τυδέα κάπρῳ, ὃς ἔγημε Δηϊπύλην, ὁ δὲ Πολυνείκης Ἀργείαν. A.B. C.M.T.I. ὁ μὲν Τυδεὺς διὰ τὸν ἐγχώριον κάπρον, ὁ δὲ Πολυνείκης διὰ τὴν Σφίγγα· λεοντοπρόσωπος γὰρ αὕτη. A.C.M.

ἔχρησ’ Ἀδράστῳ
: δύο δέρματα ἔκειντο εἰς τὰ οἰκήματα τοῦ Ἀδράστου εἰς ἀνάπαυσιν τῶν ξένων, τὸ μὲν ἓν λέοντος, τὸ δὲ ἕτερον κάπρου. καὶ ἐλθόντες εἰς τὰ προλεχθέντα οἰκήματα τοῦ Ἀδράστου ὁ Τυδεύς τε καὶ Πολυνείκης φιλονεικίαν ἐποίησαν ἄμφω, ἵνα αὐτὰ
ἐπάρωσι. τοῦτο δὲ νοήσας ὁ Ἄδραστος κατὰ τὸν χρησμὸν ἔδωκε τὰς αὑτοῦ θυγατέρας τοῖς δυσὶ τούτοις, δηλονότι τῷ Τυδεῖ καὶ τῷ Πολυνείκει· καὶ τὴν μὲν Δηϊπύλην ἔσχεν ὁ Τυδεὺς, τὴν δὲ Ἀργείαν ὁ Πολυνείκης. C.

κάπρω
: ἔχρησεν ὁ θεὸς ἑνῶσαι τὰς θυγατέρας λέοντι καὶ κάπρῳ. I.