Scholia in Euripidis Phoenissas (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma)

Scholia in Euripidem

Scholia Euripidem. Scholia Graeca in Euripidis Tragoedias, Vol. 3. Dindorf, Wilhelm, editor. Oxford: Oxford University Press, 1863.

4.

ὡς δυστυχῆ
: ἀσεβεῖ, φασὶ, τὴν ἀκτῖνα τοῦ ἡλίου δυστυχῆ καλῶν. πῶς δὲ ἀσεβεῖ, ὁπότε καὶ Ἡσίοδος ἀποφαίνει πονηράς τινας τῶν ἡμερῶν; Ἄλλως. οἱ κακοδαιμονοῦντες καὶ τὰς πρώην εὐδαιμονίας ἀτυχίας νομίζουσι, τῇ παρούσῃ δυσποτμίᾳ βαρυνόμενοι. A.B.M.I.

ὡς δυστυχῆ
: καὶ μὴν τότε εὐδαίμονες ἦσαν αἱ Θῆβαι διά τε τὸν Ἁρμονίας γάμον, ἐν ᾧ οἱ θεοὶ εἱστιάθησαν, καὶ τὴν Διονύσου καὶ
Ἡρακλέους γένεσιν. νοσεῖν δὲ ἤρξατο ἐξ οὗ ἐτεκνώθη Λάϊος βίᾳ θεῶν. τὰ τοιαῦτα δ’ οὐ πρὸς τὸ ἀληθὲς, ἀλλ’ ὡς οἱ λέγοντες πάθους ἔχουσιν. εὐεπίφορος δὲ ὁ Εὐριπίδης πρὸς ἕτερα πρόσωπα πρεσβύτερα τὴν τῶν δυστυχημάτων αἰτίαν ἀναφέρειν. καὶ ἐν Τρῳάσιν ἡ Ἑλένη φησὶν πρῶτον μὲν ἀρχὰς ἔτεκεν ἥδε τῶν κακῶν Πάριν τεκοῦσα. καὶ ἐν Ὀρέστῃ σύ τοι φυτεύσας θυγατέρ’, ὦ γέρον, κακὴν ἀπώλεσάς με. κέχρηται τούτῳ τῷ εἴδει καὶ Ὅμηρος ὃς καὶ Ἀλεξάνδρῳ τεκτήνατο νῆας ἐΐσας ἀρχεκάκους, καὶ Εὔμαιος συμπαθῶς ἔχων πρὸς τὸν Ὀδυσσέα φησὶν ὣς ὤφελλ’ Ἑλένης ἀπὸ φῦλον ὀλέσθαι, καίτοι τῶν ἀδελφῶν αὐτῆς τῶν Διοσκούρων ἤδη θεῶν ὄντων καὶ πολλὰ τοῖς ἀνθρώποις ἐπαρκούντων. ἔτι δέ τινες ἐγκαλοῦσι τῷ Εὐριπίδῃ ὡς οὐκ ἀκολούθως γενεαλογήσαντι· εἰ μὲν γὰρ ἐξ ἀρχῆς ἐβούλετο τὰ πράγματα λέγειν, ἐχρῆν τὴν ἐκ Φοινίκης ἀποικίαν τοῦ Κάδμου κατὰ λεπτὸν μετὰ τῆς αἰτίας διηγήσασθαι· εἰ δὲ ἐκ τῆς ὑπογύου ἀρχῆς, ἔδει ἀπὸ τῶν Λαΐου δυστυχημάτων ἄρξασθαι. πρὸς οὓς ῥητέον ὅτι, εἰ μὲν ἄνωθεν ἤρξατο, μακρὸς ἂν ἦν ὁ λόγος, ἄλλως τε οὐκ ἔπρεπε Θηβαίαν γυναῖκα ἀκριβῶς τὰ ἐν Φοινίκῃ ἐπίστασθαι· εἰ δὲ ἀπὸ τῶν Λαΐου δυστυχημάτων, πολλὰς ἂν τῶν περὶ τὰς Θήβας συμφορῶν παρέλιπεν. Ἀκταίωνα μὲν γὰρ αἱ οἰκεῖαι κύνες διεσπάσαντο, Πενθέα τε τὸν υἱὸν Ἀγαυὴ, Σεμέλην τε ἐκεραύνωσεν ὁ Ζεὺς, καὶ τὸν Ἰνοῦς υἱὸν Λέαρχον μὲν μανεὶς ὁ πατὴρ Ἀθάμας ἀπέκτεινε, Μελικέρτης
δὲ μετὰ τῆς μητρὸς ἔπεσεν εἰς τὴν θάλασσαν, οἱ Νιόβης δὲ παῖδες ἐτοξεύθησαιν, καὶ αὐτὴ λίθος ὁρᾶται δακρύων. A.B.M. I.B.

ὡς δυστυχῆ
: λίαν ἐν ταύτῃ τῇ ἡμέρᾳ καὶ ἐν ἐκείνῃ, ὅτε ὁ Κάδμος τὴν οἰκίαν καταλιπὼν ἦλθεν ἐνταῦθα δυστυχῆ ἀκτῖνα ἐφῆκας, ἀνέτειλας. M. δυστυχῆ ἀκτῖνα λέγει οὐ δι’ ἑαυτὴν, ἀλλὰ διότι ἐν αὐτῇ ἐγένετο ἡ ἀρχὴ καὶ ἡ αἰτία τῆς δυστυχίας αὐτῶν. Gr. Bar. Mosq.

ὡς
: λίαν. Gr. Fl. 5. 6. 9. 21. 56. 59. 76. Mosq.

Θήβαισι
: νῦν οὕτω καλουμέναις. Gu.

τῇ τόθ’ ἡμέρᾳ
: κατὰ τὴν τότε ἡμέραν, ἡνίκα ὁ Κάδμος ἦλθεν εἰς τὴν γῆν τήνδε. Gr. Florr. iidem, Mosq.