Scholia in Euripidis Phoenissas (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma)

Scholia in Euripidem

Scholia Euripidem. Scholia Graeca in Euripidis Tragoedias, Vol. 3. Dindorf, Wilhelm, editor. Oxford: Oxford University Press, 1863.

355.

δεινὸν γυναιξί
: τίμιον, ἢ μέγα κακόν. Ἄλλως. δεινὸν ἀντὶ τοῦ τίμιον, θαυμαστόν. ὁ δὲ νοῦς· αἱ γοναὶ αἱ ὀδύνης αἴτιαι θαυμαστόν τι καὶ τίμιον παρὰ ταῖς γυναιξίν. ἐν ἤθει δὲ θαυμαστικῶς εἴρηται, ὅτι ταῖς γυναιξὶν ἡ ὀδύνη φίλτρον καθέστηκε καὶ παρὰ πάσαις τὸ φιλότεκνον σώζεται. Ἄλλως. αἱ δι’ ὠδίνων γοναὶ, καθότι πρὸ τοῦ τεκεῖν πολλὴν ταλαιπωρίαν παρέχουσιν· ὡς εἰ ἔλεγε, καίτοι τῶν γονῶν ἐπωδύνων οὐσῶν, ὅμως φιλότεκνοί εἰσιν αἱ γυναῖκες. A. B. C.M.I.

δεινὸν γυναιξίν
: ἐπειδήπερ αἱ γυναῖκες μεγάλους ὑφίστανται πόνους πρὸς τὸ τεκεῖν, διὰ τοῦτο γυναιξὶν εἶπε καὶ οὐκ ἀνδράσιν· εἰ γὰρ καὶ ἄμφω συμβάλλουσι πρὸς τὰς τῶν παίδων γονὰς, ἀλλ’ αἱ
μὲν μεῖζον, οἱ δ’ ἔλαττον. καὶ πολλοὺς ἂν ἴδοις πατέρας καταφρονήσαντας τέκνων, μητέρα δὲ οὐδεμίαν· ἀλλὰ τοσοῦτόν ἐστι τὸ φίλτρον αὐτῶν ὡς καὶ ἑαυτῶν πολλάκις ὑπερορᾶν ὑπὲρ σωτηρίας τῶν παίδων. Gu. Bar.