Scholia in Euripidis Phoenissas (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma)

Scholia in Euripidem

Scholia Euripidem. Scholia Graeca in Euripidis Tragoedias, Vol. 3. Dindorf, Wilhelm, editor. Oxford: Oxford University Press, 1863.

347.

ἀνυμέναια
: ἀνυμεναίως, ἀπορεύτως. Ἄλλως. οὐ μετέσχε τῶν σῶν ὑμεναίων, οὐδὲ τῇ σῇ πρὸς τὸν Ἄδραστον ἐπιγαμβρείᾳ συνήσθη· οὐ γὰρ ἐδέξω τὰ παρ’ αὐτοῦ λουτρά. εἰώθασι γὰρ οἱ νυμφίοι τὸ παλαιὸν ἀπολούεσθαι ἐπὶ τοῖς ἐγχωρίοις ποταμοῖς καὶ περιρραίνεσθαι λαμβάνοντες ὕδωρ τῶν ποταμῶν καὶ πηγῶν, συμβολικῶς παιδοποιίαν εὐχόμενοι, ἐπεὶ ζωοποιὸν τὸ ὕδωρ καὶ γόνιμον. A. B.C.M. T. ἀνυμεναίως δὲ καὶ ὁ Ἰσμηνὸς ἐκηδεύθη καὶ πρὸς ἐπιγαμβρείαν ἐδόθη τῷ Ἀδράστῳ, ἐπειδὴ Θηβαῖος ὁ ποταμός. ἐκηδεύθη δὲ καὶ
ἀνυμεναίως τῆς λουτροφόρου χλιδῆς· τὴν τρυφὴν γὰρ ταύτην νομίζουσιν οἱ ποταμοί. C.M. Ἄλλως. ἐπεγάμβρευσε δὲ τῷ Ἄργει ὁ Ἰσμηνὸς, μὴ μεταλαβὼν τῶν ὑμεναίων τῆς λουτροφόρου χλιδῆς, ὅ ἐστι, μήτε ὑμεναίων ἀκούσας μήτε λουτρά σοι ἐκπέμψας ὁ Ἰσμηνὸς οὐ συνήσθη ἐπὶ τῇ πρὸς τὸν Ἄδραστον ἐπιγαμβρείᾳ· οὐ γὰρ ἐδέξατο τὰ παρ’ αὐτοῦ λουτρά. A.B.C. M.T.I.

ἔθος ἦν τοῖς παλαιοῖς, ὅτε ἔγημέ τις, ἐπὶ τοῖς ἐγχωρίοις ποταμοῖς ἀπολούεσθαι, ἐμοὶ δοκεῖν, ἵνα κατὰ ῥοῦν αὐτοῖς τὰ πρὸς τὸν βίον χωρῇ. ἐπειδὴ οὖν καὶ ὁ Πολυνείκης, Θηβαῖος ὢν, οὐκ ἐνταῦθα ἔγημεν, ἵνα καὶ τῶν τοῦ ποταμοῦ μετάσχῃ λουτρῶν, ἀλλ’ ἑτέρωθι, διὰ τοῦτο ἀνυμέναια λουτροφόρου χλιδῆς κηδευθῆναι τὸν Ἰσμηνὸν λέγει· τουτέστιν ἐκηδεύθη μὲν Ἰσμηνὸς τῷ Ἀδράστῳ διὰ τὸν Πολυνείκην, ὅτι δὲ οὐ μετέδωκε τούτῳ τῶν παρ’ αὐτοῦ λουτρῶν, ἀνυμέναια καὶ ἀμέτοχα λουτροφόρου χλιδῆς ἐκηδεύθη. Gu. Bar. Leid.