Scholia in Euripidis Phoenissas (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma)

Scholia in Euripidem

Scholia Euripidem. Scholia Graeca in Euripidis Tragoedias, Vol. 3. Dindorf, Wilhelm, editor. Oxford: Oxford University Press, 1863.

339.

ξένοισιν ἐν δόμοις
: ταῦτα διὰ μέσον. τὸ γὰρ ἑξῆς, σὲ δ’, ὦ τέκνον, ἀκούω ἐπὶ ξένης ζευχθῆναι, καὶ ξένην συγγένειαν ἔχειν, καὶ ἄτην γάμων αὐθαίρετον, τουτέστιν ἣν αὐτὸς σεαυτῷ ἐπηγάγου. ταῦτα δὲ ἀνεπίληστα ἐμοί τε καὶ τῷ σῷ προγόνῳ Λαΐῳ, εἰ καὶ τέθνηκεν ἤδη. A. B.C.M. I.

σὲ δ’, ὦ τέκνον, ἀκούω καὶ παιδοποιὸν ἡδονὴν ἔχειν ἐν ξένοις δόμοις γυναικὶ συζυγέντα, καὶ ξένην συγγένειαν περιέπειν, γάμων ἐπακτὴν ἄτην, ἤγουν λέγω γάμων βλάβην ἐπείσακτον, τουτέστι ξένων καὶ ἀπ’ ἀλλοτρίου γένους. τὸ δὲ ἄλαστα μητρὶ τάδε καὶ Λαΐῳ τῷ παλαιγενεῖ διὰ μέσου, ἤγουν οὐκ εἰσὶ τάδε δυνάμενα ὑπὸ τῆς μητρὸς ἐπιλησθῆναι καὶ ὑπὸ τοῦ Λαΐου τοῦ παλαιοῦ. Gr. Cant.