Scholia in Euripidis Phoenissas (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma)

Scholia in Euripidem

Scholia Euripidem. Scholia Graeca in Euripidis Tragoedias, Vol. 3. Dindorf, Wilhelm, editor. Oxford: Oxford University Press, 1863.

283.

μέλλων δὲ πέμπειν
: σολοικοφανὲς τοῦτό ἐστιν, ἤτοι μέλλοντος πέμπειν με Οἰδίποδος ἐν τῷδ’ ἐπεστράτευσαν Ἀργεῖοι, ἢ οὕτως, μέλλων δὲ πέμπειν με, πρὶν ἰδεῖν τοὺς Ἀργείους ἐπιστρατεύσαντας, ἐν τοσούτῳ οἱ Ἀργεῖοι ἐπὶ τὴν πόλιν ἐστράτευσαν. B.C.M. I. μέλλων ἀντὶ τοῦ μέλλοντος, εὐθεῖα ἀντὶ γενικῆς.

Οἰδίπου
: ἀντὶ Οἰδίποδος.
ποιητικὴ δὲ ἡ κλίσις. M. ἀντὶ τοῦ μέλλοντος πέμπειν με. σύνηθες δὲ τῷ Εὐριπίδῃ τὸ σχῆμα. Fl. 33.

μέλλων δὲ πέμπειν με
: λέγουσιν ἁπαξάπαντες ὡς ἡ σύνταξις αὕτη καθαρῶς σόλοικος. ἐποίησε δὲ Εὐριπίδης ἑκὼν, ὥσπερ καὶ Ὅμηρος πολλάκις. τέχνης γὰρ ὄντες ὡς ἀληθῶς ἐπιστήμονες καὶ οἷον ἀρχηγοὶ, εἰ καὶ τοῖς ὑπὲρ τέχνην ἅπαξ ἐχρήσαντο, τί θαυμαστόν; σὺ δὲ, τούτους ὡς ἠπατημένους χαίρειν ἐάσας, μὴ νόμιζε τὸ ἐπεστράτευσαν πρὸς τὸ μέλλων ἀποδοθῆναι, ὥσπερ ἐκεῖνοι οἴονται· τοῦτο γὰρ καθαρῶς σόλοικον· ἀλλὰ πρὸς τὴν ἐπανάληψιν τὸ ἐν τῷδε. οἶσθα γὰρ ὡς, ἡνίκα ἂν ποιῶμεν ἐπαναλήψεις, ποτὲ μὲν τὴν ἀπόδοσιν πρὸς τὴν πρόσθεν ἐπιφέρομεν σύνταξιν, ποτὲ δὲ ἐναλλάττομεν ὡς ἐθέλομεν. τοῦτο οὖν κἀνταῦθα γέγονε. παραδείγματα τῆς ἐναλλαγῆς ταύτης ἄλλα τε πολλὰ καὶ ταῦτα· παραμείψαντες δὲ τῶν ὀρῶν τοὺς ἑλιγμοὺς, ἐπεὶ φανείη τὸ ἄστυ, - τοῦτο δὲ ἐγίγνετο τῆς ἀποστάσεως ἐν ν′ σταδίοις οὔσης καὶ ἑκατόν - ὁπότε οὖν ἐκλάμψειε, παρὰ μὲν τῶν ἄλλων σιγὴ ἦν. ἐνταῦθα γὰρ οὐ πρὸς τὸ παραμείψαντες ἐποίησε τὴν ἀπόδοσιν τὸ σιγὴ ἦν, ἀλλὰ πρὸς τὰς ἐπαναλήψεις. καὶ πάλιν ὁ αὐτὸς Λιβάνιος ἐν τῷ πρὸς Ἰουλιανὸν ἐπιταφίῳ οὕτω φησί· διεξιὼν γὰρ πολίχνιον τὸ πρῶτον ἧς παρελάμβανε γῆς στέφανόν τινα κλάδων - πολλοὺς δὲ ἐκ καλωδίων τεταμένων εἰς κίονας ἐκ τοίχων ἐξαρτῶσιν οἱ δῆμοι μετεώρους - τούτων εἷς τῶν στεφάνων, ᾧ καλλωπίζομεν τὰς πόλεις, ἐκλυθεὶς τοῦ δεσμοῦ καταβαίνων ἦν ἐν τῇ τοῦ βασιλέως κεφαλῇ καὶ ἥρμοσε. καὶ ἑτέρωθι τὸν δὲ ἐμοί τε καὶ σοὶ φίλτατον, καὶ ᾧ μὴ χαριζόμενος αἰσχυνοίμην ἂν, Παγκράτιον, τὸν ἄρχειν ἐπιστάμενον καὶ λέγειν, καὶ ᾧ τὸ τιμᾶσθαι κατὰ τοὺς τρόπους μᾶλλον ἢ τὴν δόξαν ἐγένετο τοῦ πατρὸς, οὗτος δὲ ὁ
Παγκράτιος ἐκέλευσέ μοι συγγνώμην αἰτεῖν ἐν τοῖς γράμμασιν. καὶ μυρία ἂν τοιαῦτα σκοπῶν εὑρήσεις. Gu. Leid.