Scholia in Euripidis Phoenissas (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma)

Scholia in Euripidem

Scholia Euripidem. Scholia Graeca in Euripidis Tragoedias, Vol. 3. Dindorf, Wilhelm, editor. Oxford: Oxford University Press, 1863.

274.

ἀλκή
: βοήθεια. M. Gr. Florr. iidem. ἐγγὺς τῶν πυλῶν Ἀθηνᾶς ἱερὸν ἵδρυται, καὶ οἱ καταφεύγοντες εἰς ἱερὰ σωτηρίας τυγχάνουσιν. ἀλκὴ δὲ καλεῖται ἡ Ἀθηνᾶ κατὰ τὴν τῶν Φοινίκων γλῶσσαν. Gu.

βώμιοι γὰρ ἐσχάραι
: ὥστε καταφυγεῖν ἐπ’ αὐτοὺς, εἰ δέοι. τοῦτο δὲ οὐ συνῳδὸν τῷ ὡπλισμένος δὲ χεῖρα τῷδε φασγάνῳ. θρασύδειλον γὰρ τὸν Πολυνείκην παρίστησι, πρῴην μὲν φάσκοντα ὡπλισμένος δὲ χεῖρα τῷδε φασγάνῳ τὰ πίστ’ ἐμαυτῷ τοῦ θράσους παρέξομαι, νῦν δὲ τοὺς βωμοὺς πλησίον εἶναί φησιν, οἷς προσφυγὼν νομίζει σωθήσεσθαι καθάπερ ἱκέτης γενόμενος. B. C.M.T.I.

βώμιοι γὰρ ἐσχάραι
: ἐσχάρα μὲν κυρίως ὁ ἐπὶ τῆς γῆς βόθρος, ἔνθα ἐναγίζουσι τοῖς κάτω ἐρχομένοις· βωμὸς δὲ ἐν ᾧ θύουσι τοῖς ἐπουρανίοις θεοῖς. νῦν οὖν βώμιοι ἐσχάραι τὰ κοιλώματα τῶν βωμῶν, ἢ κατὰ περίφρασιν οἱ βωμοί. B.C.M. T.I.

βώμιοι γὰρ ἐσχάραι
: ἐσχάρα ἔνθα τὸ πῦρ ἥπτετο, βωμὸς δὲ τὸ περιέχον τὴν ἐσχάραν οἰκοδόμημα. Gr. Bar. Mosq.