Scholia in Euripidis Phoenissas (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma)

Scholia in Euripidem

Scholia Euripidem. Scholia Graeca in Euripidis Tragoedias, Vol. 3. Dindorf, Wilhelm, editor. Oxford: Oxford University Press, 1863.

26.

σφυρῶν
: διὰ τῶν σφυρῶν, ἤγουν τῶν ἀστραγάλων, ἐλάσας κατὰ τὸ μέσον σιδηρᾶ κέντρα. Gr.

ὅθεν
: ἀφ’ ἧς αἰτίας ὠνόμαζον αὐτὸν οἱ ἐν τῇ Ἑλλάδι Οἰδίποδα. Gr. Bar. Mosq.

σφυρῶν σιδηρᾶ κέντρα
: διὰ μέσων τῶν σφυρῶν τὰ σιδηρᾶ κέντρα πείρας. Ἄλλως. ὡς θηριώδης, φησὶ, καὶ ἀνόητος ἀνελεῖν μὲν οὐκ ἔμελλε τὸ βρέφος, ὁ δὲ χαλεπῶς ἐλωβήσατο. ῥητέον μὲν οὖν ὅτι τὸ μὲν ἀποκτεῖναι ἀσεβὲς ἡγήσατο· εἰ δὲ διατρήσειεν αὐτοῦ κέντροις τὼ
πόδε, τὸν ἐπηρτημένον κίνδυνον ἐκφεύξεσθαι, μηδενὸς ἀνελομένου βρέφος λελωβημένον. οἱ δὲ ἀπὸ τῶν σπαργάνων φασὶν αὐτὸν ἐξῳδηκέναι ἐκ ταυτομάτου τὼ πόδε. οἱ δὲ εἰς θάλασσαν ἐκβληθῆναι εἰς λάρνακα, καὶ προσοκείλαντα τῇ Σικυῶνι ὑπὸ τοῦ Πολύβου ἀνατραφῆναι. ἔνιοι δὲ καὶ . . . λίου φασὶν αὐτὸν εἶναι παῖδα. τινὲς δὲ Ἱπποδάμειαν τὴν Οἰνομάου ὑποβεβλῆσθαι αὐτὸν αὐτῷ φασιν, ὕστερον δὲ ἁρπάσαντος τοῦ Λαΐου Χρύσιππον, βοηθὸν ὄντα τῷ Χρυσίππῳ ἀποκτεῖναι τὸν Λάϊον, τὴν δὲ Ἰοκάστην ἐλθοῦσαν ἐπὶ τὴν κηδείαν τοῦ νεκροῦ, μιγέντα γεννῆσαι τοὺς παῖδας, ὕστερον δὲ λύσαντα τὸ αἴνιγμα γνωρισθῆναι. οἱ δὲ τὸν Πόλυβον αὐτὸν τυφλῶσαι, τοὺς περὶ τῆς πατροκτονίας χρησμοὺς ἀκούσαντα. τινὲς δὲ καὶ τὴν μητέρα ὑπ’ αὐτοῦ ἀνῃρῆσθαι. ἀνελεῖν δὲ αὐτὸν οὐ μόνον τὴν Σφίγγα, ἀλλὰ καὶ τὴν Τευμησίαν ἀλώπεκα, ὡς Κόριννα. οἱ δὲ τὴν Σφίγγα Μακαρέως μὲν γενέσθαι γυναῖκα, θυγατέρα δὲ Οὐκαλέγοντος, ἑνὸς τῶν ἐγχωρίων· οὗ τελευτήσαντος κατασχεῖν τὴν Σφίγγα, ἐπαναιρεθῆναι ὑπό τινος Οἰδίποδος, συνελθόντος αὐτῇ. τινὲς δὲ καὶ Λαΐου τὴν Σφίγγα παραδιδόασιν, ὡς Λυσίμαχος. A.C. M.T.

σφυρῶν σιδηρᾶ
: καὶ πῶς τετρημένους ἔχων τοὺς πόδας, ἤτοι τοὺς ἀστραγάλους, εὑρέθη ὑπὸ τῶν βουκόλων ἢ καὶ πρώτης τῆς Μερόπης; καί φασιν ὅτι τῷ κάλλει ἐνικήθησαν τοῦ παιδὸς, ἢ καὶ τὴν ἴασιν εὐμαρῆ ἐνόμισαν ὑπὸ τῆς βασιλίδος ἔσεσθαι. A. rec.