Scholia in Euripidis Phoenissas (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma)

Scholia in Euripidem

Scholia Euripidem. Scholia Graeca in Euripidis Tragoedias, Vol. 3. Dindorf, Wilhelm, editor. Oxford: Oxford University Press, 1863.

202.-215. Τὴν θάλασσαν τῆς Τύρου λιποῦσα ἦλθον ἐξαίρετον ἀνάθημα τῷ Λοξίᾳ, ἤγουν τῷ Ἀπόλλωνι, ἀπὸ χερρονήσου τῆς Φοινί κης, δούλη τῶν οἰκημάτων τοῦ Φοίβου, ὅπου ὑπὸ τοῖς ἀκρωτηρίοις τοῖς χιονοβλήτοις τοῦ Παρνασοῦ ἐκληρώθην οἰκῆσαι, νηῒ πλεύσασα κατὰ τὸν πόντον τὸν Ἰόνιον, Ζεφύρου σφοδρῶς πνεύσαντος ἐν τῷ ἀέρι κάλλιστα κελαδήματα ὑπὲρ τῶν πεδίων τῆς Σικελίας τῶν πολυκάρπων, ἐκ τῆς ἐμῆς πόλεως ἐκλεχθεῖσα ἐξαίρετος τῷ Λοξίᾳ. Gr. Cant. Mosq.

Τύριον οἶδμα
: ὁ χορὸς ἐκ Φοινισσῶν. ἐπειδὴ οἱ Ἀγηνορίδαι ποιήσαντες τὴν Φοινίκην νῆσον ἐπραίδευσαν καὶ αἰχμαλώτους ἔλαβον
τὰς γυναῖκας τὰς τοῦ χοροῦ ἐπιλέκτους ἔπεμψαν τῷ Ἀπόλλωνι· πρὸ δὲ τῆς πομπῆς εὐθὺς συνήχθη κατ’ αὐτῶν πόλεμος. διὰ δὲ τῶν Θηβῶν ἀποστείλαντες ἠξίωσαν τοὺς Θηβαίους συγγενεῖς ὄντας ἐκπέμψαι τῷ θεῷ εἰς Δελφούς. λέγει οὖν ταῦτα ὁ χορὸς τῷ Πολυνείκει. H. M.T. Ἄλλως. τοῦτο τὸ μέλος στάσιμον λέγεται· ὅταν γὰρ ὁ χορὸς μετὰ τὴν πάροδον λέγῃ τι μέλος πρὸς τὴν ὑπόθεσιν ἀνῆκον ἀκίνητος μένων, στάσιμον λέγεται τὸ ᾄσμα. πάροδος δέ ἐστιν ᾠδὴ χοροῦ βαδίζοντος ᾀδομένη ἅμα τῇ ἐξόδῳ, ὡς τὸ σῖγα σῖγα λευκὸν ἴχνος ἀρβύλης τίθετε. ἔδει δὲ, φασὶν, ἀπὸ πολιτίδων, ἢ συγγενίδων τῆς Ἰοκάστης τὸν χορὸν εἶναι, αἵτινες ἔμελλον παραμυθήσασθαι αὐτὴν ἐπὶ τοῖς συμβᾶσιν. ἐπίτηδες δὲ οὐκ εἰσὶν ἐγχώριαι αἱ ἀπὸ τοῦ χοροῦ, ἀλλὰ ξέναι καὶ ἱερόδουλοι, ὅπως ἐν τοῖς ἑξῆς ἀδεῶς ἀντιλέγοιεν πρὸς τὴν Ἐτεοκλέους ἀδικίαν· οὐκ εὖ λέγειν χρὴ μὴ ’πὶ τοῖς ἔργοις καλοῖς. ἀεὶ γὰρ ὁ χορὸς παρρησιαζόμενος τοῦ δικαίου προΐσταται. πῶς οὖν ἔμελλον τὸν βασιλέα ἐλέγχειν,εἰ ὑπ’ αὐτοῦ ἐβασιλεύοντο; A.B.H. M.T.I.

Τύριον
: πόλις Φοινίκης. M.