Scholia in Euripidis Phoenissas (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma)

Scholia in Euripidem

Scholia Euripidem. Scholia Graeca in Euripidis Tragoedias, Vol. 3. Dindorf, Wilhelm, editor. Oxford: Oxford University Press, 1863.

188.

Τριαίνᾳ
: Τρίαινα τόπος Ἄργους, ἔνθα τὴν τρίαιναν ἔπηξεν ὁ Ποσειδῶν συγγενόμενος τῇ Ἀμυμώνῃ, ὅπου καὶ πηγὴ ἀνεδόθη καὶ τὴν ἐπίκλησιν ἔσχεν ἐξ Ἀμυμώνης. εἰπὼν οὖν τριαίνᾳ ἐπεξηγήσατο διὰ τοῦ Ποσειδανίοις Ἀμυμωνίοις. A.B.C. H.M.I. Ἀμυμώνῃ τῇ
ἡρωΐνῃ μέλλων Ποσειδῶν συγγίνεσθαι ὀρθὴν ἔπηξε τὴν τρίαιναν. καὶ εὐθὺς κατ’ ἐκεῖνον τὸν τόπον ὕδατα ἀνέβλυσεν. ὃ καὶ γέγονε κρήνη αὐτόθι ὁμωνύμως τῇ Ἀμυμώνῃ. ἦν δὲ καὶ ἑτέρα κρήνη. ἀμφότεραι δὲ τοῦ Ἄργους εἰσίν. A. H.M.

Τριαίνᾳ
: ἦνπερ ἐποίησεν ὁ Ποσειδῶν ἀναδοθῆναι διὰ τὴν Ἀμυμώνην, ἤγουν τῆς Ἀμυμώνης τῆς πηγῆς, ἥτις ἡ αὐτή ἐστι τῇ Λέρνῃ. Ἀμυμώνης τῆς Δαναοῦ θυγατρὸς ἀπερχομένης εἰς Λέρνην ἀρύσασθαι, ἰδὼν καὶ εἰς ἔρωτα Ποσειδῶν καταστὰς ἥρπασέ τε αὐτὴν καὶ ἐμίγη, ἐν ᾧ δὲ τόπῳ ἐμίγη τήν τε τρίαιναν ἔπηξε καὶ πηγὴ ἀνεδόθη, ἐξ Ἀμυμώνης λαβοῦσα τοὔνομα. εἰπὼν δὲ τὸ τριαίνῃ ὥσπερ ἐπεξηγεῖται διὰ τοῦ Ποσειδωνείοις Ἀμυμωνείοις ὕδασιν. Gu. Bar.

Λερναίᾳ τε δώσειν
: ἀντὶ τοῦ τῇ Λέρνῃ τῇ πηγῇ τῇ ἀναδοθείσῃ τῇ τριαίνῃ τοῦ Ποσειδῶνος. Gr.

188.

Ποσειδωνίοις Ἀμυμωνίοις
: τινὲς οὕτως· λείπει ὁ καί (εἰσὶ γὰρ τὰ κτητικὰ ἀντὶ τῶν πρωτοτύπων), ἳν’ ᾖ Ποσειδῶνος καὶ Ἀμυμώνης ὕδασιν. A.B.H. M.I.

Ἀμυμωνίοις
: Δαναοῦ θυγατέρες Ἵππη, Ἀμυμώνη, Φῦσα. A.