Scholia in Euripidis Phoenissas (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma)

Scholia in Euripidem

Scholia Euripidem. Scholia Graeca in Euripidis Tragoedias, Vol. 3. Dindorf, Wilhelm, editor. Oxford: Oxford University Press, 1863.

186.

ὅδ’ ἐστίν
: λείπει τὸ ἐπαγγέλλεται. ὁ δὲ νοῦς, οὗτός ἐστι ὁ τὰς Θήβας δορὶ καὶ πολέμῳ παραδώσειν αἰχμαλώτους ταῖς Μυκηναίων καὶ ταῖς Ἀργείων γυναιξὶν ἀπειλῶν, ἀποκαταστήσειν τε ἐν Λέρνῃ καὶ τῇ Ἀμυμώνῃ τῇ γενομένῃ ἐκ τῆς τοῦ Ποσειδῶνος τριαίνης ἐπαγγελλόμενος αὐτὰς ὥστε ὑδρεύσασθαι ἐκ τούτου δούλας γενομένας. H. M.T. τὸ ἑξῆς οὕτως, ὅδ’ ἐστὶν ὃς ἐπαγγέλλεται πολέμῳ δουλείαν περιβάλλων αἰχμαλωτίδας γυναῖκας δώσειν Μυκήναισι Λερναίᾳ τε τριαίνᾳ τοῖς Ποσειδῶνος καὶ Ἀμυμώνης ὕδασι. διὰ γὰρ τὴν μίξιν τὴν Ποσειδῶνος καὶ Ἀμυμώνης πολύϋδρον γέγονε τὸ Ἄργος. τὸν Ὁμηρικὸν δὲ Ἕκτορα ἐμιμήσατο, φάσκοντα πρὸς Ἀνδρομάχην
καί κεν ὕδωρ φορέοις Μεσσηΐδος ἢ Ὑπερείης.
- A. B.H.T.I.
Ἄλλως. τινὲς οὕτω· λείπει ὁ καί, καὶ εἰσὶ τὰ κτητικὰ ἀντὶ τῶν πρωτοτύπων, ἵν’ ᾖ Ποσειδῶνος καὶ Ἀμυμώνης ὕδασι. B.H.I.

ὅδ’ ἐστίν
: οὗτός ἐστιν ὃς ἀπειλεῖ δηλονότι δώσειν τὰς Θηβαίας γυναῖκας διὰ τοῦ πολέμου αἰχμαλώτιδας ταῖς Μυκήναις καὶ τῇ Λερναίᾳ τριαίνῃ, ἀντὶ τοῦ τῇ Λέρνῃ τῇ πηγῇ τῇ ἀναδοθείσῃ τῇ τριαίνῃ τοῦ Ποσειδῶνος, λέγω τοῖς ὕδασι τοῖς Ἀμυμωνίοις, ἤγουν τῆς Ἀμυμώνης, (ἥτις ἐστὶν ἡ αὐτὴ τῇ Λέρνῃ, τοῖς Ποσειδωνίοις, ἤγουν τοῖς ὑπὸ τοῦ Ποσειδῶνος ἀναδοθεῖσι, πήξαντος αὐτόθι τὴν τρίαιναν, ὅτε ἀπήρχετο συγγενησόμενος τῇ Ἀμυμώνῃ, ἀφ’ ἧς δηλονότι καὶ Ἀμυμώνη ἡ πηγὴ ὠνομάσθη) δουλείαν περιβαλὼν τῇδε τῇ γῇ δηλονότι. Gr. Cant. Mosq.

186.

Μυκήναισι
: λείπει τὸ ἐπαγγέλλεται. M.