Scholia in Euripidis Phoenissas (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma)

Scholia in Euripidem

Scholia Euripidem. Scholia Graeca in Euripidis Tragoedias, Vol. 3. Dindorf, Wilhelm, editor. Oxford: Oxford University Press, 1863.

1754.-1757.

Καδμείαν
: στολισαμένη ἐγώ ποτε καὶ ἐνδυθεῖσα νεβρίδα Καδμείαν, ἤγουν ἣν αἱ Καδμεῖαι Βάκχαι φοροῦσιν, ἀνὰ τοῖς ὄρεσιν ἐχόρευσα ἱερὸν θίασον τῆς Σεμέλης, διδοῦσα εἰς θεοὺς χάριν ἀχάριστον, τουτέστιν ἀκάρπωτον, ἀκερδῆ, ἄπρακτον· τιμῶσα γὰρ ἐκείνους καὶ εὐχομένη τοῖς ἐμοῖς πᾶσι τὰ βέλτιστα οὐδὲν ἤνυσα. τὸ δὲ ὠή ἀντὶ τοῦ φεῦ. Gu.

Καδμείαν
: εἰς τὸν ναὸν ἀπελεύσομαι δηλονότι ἐκείνου, ᾧ, ἀντὶ τοῦ οὗ χάριν, ποτὲ ἐγὼ Καδμείαν, ἤτοι Θηβαϊκὴν, νεβρίδα στολιδωσαμένη καὶ ἐνδυσαμένη ἀνεχόρευσα κατὰ τὸν
ἐν ὄρεσιν ἱερὸν θίασον καὶ χορὸν τῆς Σεμέλης, χάριν διδοῦσα εἰς θεοὺς ἀχάριστον, ἤτοι ἀντίχαριν μὴ ἔχουσαν; I.

Καδμείαν
: ἀντὶ τοῦ ἐπιχωρίαν, καὶ ἣν εἰθίσμεθα ἡμεῖς αἱ Θηβαῖαι φορεῖν. Ἄλλως. τούτῳ με κελεύεις χορεῦσαι, ᾧ ποτε ἀνεχόρευσα ἐγὼ Καδμείαν νεβρίδα στολισαμένη, κατὰ τὸν ἐν ὄρεσι θίασον τῆς Σεμέλης; ἀλλ’ ὅμως χάριν οὐκ ἐδεξάμην, ἀνθ’ ὧν ἐχόρευσα. πῶς οὖν με κελεύεις καὶ νῦν αὐτῷ χορεῦσαι τῷ ἅπαξ καταφρονήσαντί μου, ἧς χάριν καὶ ἀμοιβὴν παρὰ τῶν θεῶν οὐκ ἔσχον, ἀλλ’ ἐπὶ τοῦ Οἰδίποδος τοιαῦτα πέπονθα. A.B. M.I.