Scholia in Euripidis Phoenissas (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma)

Scholia in Euripidem

Scholia Euripidem. Scholia Graeca in Euripidis Tragoedias, Vol. 3. Dindorf, Wilhelm, editor. Oxford: Oxford University Press, 1863.

1692.

οὐ σωφρονούσῃ γ’
: τὸ οὐ συναπτέον πρὸς τὸ αἰσχρά, τουτέστιν οὐκ αἰσχρὰ ἡ φυγὴ τῇ σωφρονούσῃ, ἀλλὰ καὶ γενναία ἡ τοιαύτη φυγή ἐστι· πρὸς γεννικῆς ἐστι καὶ κοσμίας τὸ παρεῖναι καὶ θεραπεῦσαι
τὸν τυφλὸν πατέρα. Ἄλλως. κατ’ ὀρθὴν πτῶσιν καὶ οὕτω τὸν λόγον ἀποδοτέον· αἰσχρὰ γὰρ ἡ φυγὴ οὐ σωφρονούσῃ θυγατρί· ἀλλ’ ἐγὼ γενναία καὶ σώφρων. ζηλωτέον δὲ ἑκατέρου τὸ ἦθος· ἡ μὲν γὰρ καὶ συμφεύγειν ἤθελε καὶ συναποθνήσκειν τῷ πατρὶ, καὶ γάμον παρορῶσα καὶ τυραννίδα, ὁ δὲ τυφλὸς ὢν καὶ γηροκόμου δεόμενος τῇ θυγατρὶ παραινεῖ μένειν καὶ ἀπολαύειν γάμου καὶ πατρίδος. οὐ τηρεῖ τὸ σύμφωνον, ἀλλὰ κατὰ τὸ δρᾶμα ὑποτίθεται. πῶς γὰρ θάψει ἡ Ἀντιγόνη τὸν Πολυνείκην, αὐτὴ συμφεύγουσα τῷ πατρί; πλεονάζει δὲ τῷ τοιούτῳ εἴδει Εὐριπίδης. A.B.C.I.