Scholia in Euripidis Phoenissas (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma)

Scholia in Euripidem

Scholia Euripidem. Scholia Graeca in Euripidis Tragoedias, Vol. 3. Dindorf, Wilhelm, editor. Oxford: Oxford University Press, 1863.

1611.

ἀρὰς παραλαβών
: θέλει εἰπεῖν ὅτι εἵμαρται ταῦτα παθεῖν τῷ γένει· ὁ γὰρ Λάϊος, φησὶ, γνοὺς μὴ κατὰ βούλησιν θεῶν γεγονότα με, κατηράσατο, ἵνα δηλονότι ἀποθάνω· ἐγὼ δὲ ἀπὸ σκαιοῦ δαίμονος τὰς παρ’ ἐκείνου ἀρὰς δεξάμενος παρέδωκα, φησὶ, καὶ τοῖς ἐξ ἐμοῦ παισίν. A. B. M.I. ὅτι γὰρ οὐχ ἑκὼν κατηρασάμην, ἀλλ’ ὑπὸ βίας δαίμονός τινος, τεκμήριον ἐκεῖνο, τὸ μὴ τοσοῦτόν τινα ἀνόητον εἶναι ὡς ἑκόντα τυφλὸν γενέσθαι ἢ τοῖς ἑαυτοῦ παισὶ καταρᾶσθαι, ἐκτὸς εἰ μὴ δαίμων τις ἄγει πρὸς τοῦτο· ὥστε ταῦτα ἐμηχανησάμην ἔκ τινος θεῶν. A.

ἀρὰς παραλαβών
: κατάρας παρὰ τοῦ Λαΐου λαβὼν, ἀντὶ τοῦ κληρονομήσας, καὶ πρὸς τοὺς παῖδας παραπέμψας. ἀρὰς δὲ λέγει τὰς παρακολουθούσας τῷ γένει αὐτῶν ἀπὸ τοῦ Πέλοπος, οὐχ ἃς αὐτῷ ὁ Λάϊος κατηράσατο, ἐπεὶ οὐδὲ φέρεταί τι τοιοῦτον ἀπὸ τοῦ Λαΐου πρὸς τὸν Οἰδίποδα, ἀλλ’ ὡς ὁ Πέλοψ Λαΐῳ κατηράσατο δυσθυμήσας ἐπὶ τῇ υἱοῦ αὐτοῦ Χρυσίππου ἁρπαγῇ, ἣν ἡρπάξατο ὁ Λάϊος. Gr. Cant. τὸ γὰρ δυστυχεῖν με παρὰ πατρὸς λαβὼν, παρανόμως ὑπ’ ἐκείνου σπαρεὶς, καὶ διὰ τοῦτο εἰς Κιθαιρῶνα ῥιφεὶς ἐπ’ ἀπωλείᾳ, παρέδωκα τοῖς παισὶν, ἅτε πεπρωμένου μηδένα τῶν ἐκ Λαΐου εὐτυχῆ γενέσθαι· ὥστε, τούτου ὄντος, κατηρασάμην αὐτὸς τοῖς παισὶν, ὑπὸ τοῦ προσόντος μοι κακοῦ δαίμονος εἰς τοῦτο συνελαθείς. Gu.