Scholia in Euripidis Phoenissas (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma)

Scholia in Euripidem

Scholia Euripidem. Scholia Graeca in Euripidis Tragoedias, Vol. 3. Dindorf, Wilhelm, editor. Oxford: Oxford University Press, 1863.

1597.

ὃν καὶ πρὶν ἐς φῶς
: μήπω μηδὲ σπαρέντα. B. M.

μητρὸς ἐκ γονῆς
: γόνος καὶ γονὴ τὸ σπέρμα τοῦ ἀνδρὸς, ὃ παραλαβοῦσα ἡ γυνὴ καὶ θάλψασα καὶ τὸν τεταγμένον χρόνον κατασχοῦσα, ἀποτίκτει. ὥσπερ δὲ λέγεται σπέρμα τῆς γῆς ὁ σῖτος καὶ ἡ κριθὴ καὶ τὰ τοιαῦτα, διότι εἰς τὴν γῆν σπείρονται, οὕτω καὶ ὁ καταβαλλόμενος πρὸς τὴν γυναῖκα σπόρος τῆς γυναικὸς ἂν λέγοιτο κατὰ τὸν προσήκοντα λόγον. καθ’ ὃ λέγεται ἐνταῦθα τὸ μητρὸς ἐκ γονῆς, ἤγουν ἐκ τοῦ σπέρματος τῆς μητρὸς, ἀντὶ τοῦ ἐκ τοῦ πρὸς τὴν ἐμὴν μητέρα καταβληθέντος σπέρματος. ἀπὸ τούτων καὶ τὸ γόνιμον καὶ τὸ ἄγονον. λέγεται δὲ ταῦτα (ἐναντία γάρ εἰσι, καὶ ἐπὶ τῶν αὐτῶν λέγεται) πρῶτα μὲν ἐπὶ ἀνδρὸς δυναμένου παιδοποιεῖν, ἢ μὴ δυναμένου, καὶ ἐπὶ μήτρας δυναμένης σπέρμα ζωογονεῖν, ἢ μὴ δυναμένης· ἔπειτα καὶ ἐπὶ φυτῶν δυναμένων καρποφορεῖν, ἢ μὴ δυναμένων· καὶ ἐπὶ γῆς ἐπιτηδείου σπέρματα θάλπειν καὶ τρέφειν, ἢ μὴ ἐπιτηδείου· καὶ ἐπὶ ποιητοῦ δυναμένου ποιεῖν ποιήματα, ἢ μὴ δυναμένου· καὶ ἔτι ἐπὶ βρέφους δυναμένου τεχθῆναι, ἢ πρέποντος, ὡς ἐν τούτοις. καὶ τοῦτό φασιν ἑπτὰ μησὶ γόνιμον εἶναι· ἐνταῦθα δὲ ἀντὶ τοῦ δυναμένου τεχθῆναι, ἢ μὴ δυναμένου, ἢ πρέποντος· οἷον ἐνταῦθα τὸ ἄγονον Ἀπόλλων Λαΐῳ μ’ ἐθέσπισεν, ἀντὶ τοῦ μὴ πρέποντα εἶναι τεχθῆναι. Gr. I.