Scholia in Euripidis Phoenissas (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma)

Scholia in Euripidem

Scholia Euripidem. Scholia Graeca in Euripidis Tragoedias, Vol. 3. Dindorf, Wilhelm, editor. Oxford: Oxford University Press, 1863.

1595.—1624.

ὦ μοῖρ’ ἀπ’ ἀρχῆς
: ὦ μοῖρα καὶ τύχη, λίαν ἐποίησας ἐμὲ ἀπ’ ἀρχῆς ἄθλιον καὶ τλήμονα, ὡς οὐδεὶς ἄλλος τῶν ἀνθρώπων ἐγένετο· ὃν, ἐμὲ δηλονότι, καὶ πρὸ τοῦ ἐλθεῖν εἰς φῶς ἐκ τῆς γονῆς τῆς μητρὸς, ἤτοι ἐκ τῆς γεννήσεως τῆς μητρὸς, ἐθέσπισεν ὁ Ἀπόλλων τῷ Λαΐῳ ἄγονον, ἤτοι μὴ γεννηθῆναι ὀφείλοντα, γενέσθαι φονέα τοῦ πατρός. φεῦ, ἄθλιός εἰμι ἐγώ. ἐπεὶ δὲ ἐγενόμην, ἤτοι εἰς φῶς ἦλθον, πάλιν ὁ σπείρας πατὴρ ἔκτεινέ με, ἤτοι κτεῖναί με ἔκρινε, νομίσας γεγονέναι πολέμιον· ἀπέκειτο δὲ θανεῖν αὐτὸν ἐξ ἐμοῦ. πέμπει δέ με, ἀντὶ τοῦ ἐξέπεμψεν ἐμὲ, ποθοῦντα μαστὸν, ἤτοι ὑπομάζιον ὄντα, βορὰν ἀθλίαν, γενησόμενον δηλονότι, θηρσὶν ἀντὶ τοῦ θηρῶν· οὗ καὶ ὅπου σωζόμεθα, ἀντὶ τοῦ ἐσώθημεν. ὤφελε γὰρ, ἀντὶ τοῦ ἔπρεπεν, ἐλθεῖν ὁ Κιθαιρὼν εἰς τὰ χάσματα καὶ εἰς τὰ σχίσματα τοῦ Ταρτάρου τὰ ἄβυσσα, καὶ τὰ βαθύτατα, ὃς οὐκ ἀπώλεσεν ἐμὲ, ἀλλὰ ἔδωκεν ἐμοὶ ὁ δαίμων δουλεῦσαί τε ἀμφὶ δεσπότην τὸν Πόλυβον. κτανὼν δὲ ὁ δυστυχὴς τὸν ἐμαυτοῦ πατέρα ἦλθον εἰς συνάφειαν τῆς ταλαιπώρου μητρὸς, ἔτεκόν τε παῖδας ἀδελφοὺς, οὓς ἀπώλεσα λαβὼν ἀρὰς παρὰ τοῦ Λαΐου καὶ δοὺς τοῖς παισίν· οὐ γὰρ τοσοῦτον ὑπάρχω ἀσύνετος καὶ ἀνόητος ὥστε ἄνευ του, καὶ τινὸς, τῶν θεῶν ἐμηχανησάμην ταῦτα εἰς τὰ ἐμὰ ὄμματα καὶ εἰς τὸν βίον καὶ τὴν ζωὴν τῶν ἐμῶν παίδων. εἶεν, καὶ ἔστω ταῦτα· τί δῆτα δράσω ὁ δυστυχὴς ἐγώ; τίς ἀκολουθήσει μοι ὁδηγὸς ποδὸς τυφλοῦ; ἡ θανοῦσα ἥδε, ἤγουν ἡ Ἰοκάστη; ζῶσα γὰρ ἂν οἶδα σαφῶς ὅτι ἐγένετο ἡγεμὼν δηλονότι. ἀλλ’ ἡ τῶν καλῶν παίδων δυάς; ἀλλ’ οὐκ ἔστι μοι. ἀλλ’ ἔτι νεάζων, ἤτοι νέος ὢν, εὕροιμι αὐτὸς πόρον ζωῆς; πόθεν, ἀντὶ τοῦ οὐδαμῶς. τί ἀποκτείνεις ἐμὲ, ὦ Κρέον, οὕτως ἄρδην καὶ παντελῶς; ἀποκτενεῖς γὰρ, εἰ ἐκβαλεῖς ἐμὲ ἔξω τῆς γῆς. οὐ μὴν ἑλίξας τὰς χεῖρας περὶ τὸ σὸν γόνυ φανοῦμαι δειλός· τὴν γὰρ ποτὲ οὖσαν ἐμοὶ γενναιότητα οὐκ ἂν καταλίποιμι, καίπερ πράσσων δυστυχῶς. I.