Scholia in Euripidis Phoenissas (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma)

Scholia in Euripidem

Scholia Euripidem. Scholia Graeca in Euripidis Tragoedias, Vol. 3. Dindorf, Wilhelm, editor. Oxford: Oxford University Press, 1863.

1524.-1538.

τίν’ ἐπὶ πρῶτον
: ἐπὶ τίνα πρῶτον βάλω ἀπαρχὰς ἀπὸ τῆς χαίτης, ἤτοι ἀπὸ τῆς κόμης, διὰ σπαραγμῶν; πότερον δηλονότι παρὰ τοῖς δυσὶ μαστοῖς τοῦ γάλακτος τῆς μητρὸς, ἢ πρὸς τὰ οὐλόμενα αἰκίσματα τῶν δισσῶν ἀδελφῶν, ἤτοι πρὸς τὰς ἀξίας ἀπωλείας πληγὰς τῶν δύο ἀδελφῶν; φεῦ, ὦ πάτερ ἀλαὲ, ὁ φέρων ὄμμα τυφλὸν, λίπε τοὺς σοὺς δόμους, δεῖξον, ὦ Οἰδίπους, τὴν σὴν ζωὴν τὴν ἀθλίαν, ὅστις ἐμβαλὼν τοῖς σοῖς ὄμμασιν ἀορασίαν καὶ τύφλωσιν ἐπὶ τοῖς δώμασιν ὀδυνηρῶς ἀνύεις ἐπὶ πολὺ ζωὴν παρατεινομένην καὶ μακροχρόνιον. ἀκούεις σὺ, ὁ πλανώμενος κατὰ τὴν αὐλὴν καὶ κατὰ τὸν οἶκον, ἰαύων καὶ διατρίβων καὶ κινῶν ἐν τοῖς δεμνίοις γηραιὸν πόδα δύστηνον, ἤτοι γεροντικὴν ἀθλίαν πορείαν. I.