Scholia in Euripidis Phoenissas (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma)

Scholia in Euripidem

Scholia Euripidem. Scholia Graeca in Euripidis Tragoedias, Vol. 3. Dindorf, Wilhelm, editor. Oxford: Oxford University Press, 1863.

1461.

ἡμεῖς μὲν ὡς νικῶντα
: προσυπακουστέον τὸ ἐλέγομεν οἱ Θηβαῖοι. B. ὑπακουστέον τὸ ἐλέγομεν. M. βουλόμενοι τινὲς ἀποδοῦναι ταύτην τὴν αἰτιατικὴν τὸ ὡς ἀντὶ τῆς εἰς φασὶ, λέγοντες, ἡμεῖς μὲν ἀνῄξαμεν εἰς τὸν ἐμὸν δεσπότην θανόντα. καὶ συγγνώμη γε αὐτοῖς οὐκ εἰδόσι τὸ ἀκριβὲς τῆς συντάξεως. τὸ δέ ἐστι τοιοῦτον· ἡμεῖς μὲν ἀνῄξαμεν εἰς ἔριν λόγων, ὡς νικῶντα τὸν ἐμὸν δεσπότην. δέον δὲ εἰπεῖν ὡς νικᾶν, πρὸς μετοχὴν ἐξήνεγκεν. εὕρηται δὲ τοῦτο οὐ μόνον παρὰ ποιηταῖς, ἀλλὰ καὶ ἐν τοῖς ἀρίστοις τῶν λογοποιῶν. (Gu. Bar.) φησὶ γὰρ Ἀριστείδης ἐν Κίμωνι πρὸς Πλάτωνα λέγων καὶ ὅλως περὶ τούτους τὰ πλεῖστα διατρίβεις, ὡς μίαν οὖσαν ταύτην τῇ πόλει σωτηρίαν, εἰ τὰ τῶν φυλάκων εὐθηνοῖ ὅπερ ἀγνοοῦντες τινὲς τὴν αἰτιατικὴν ἀντὶ γενικῆς λέγουσιν. Gu.

ἡμεῖς μέν
: ὡρμήσαμεν, ἀνέστημεν λέγοντες. Gr. Florr.