Scholia in Euripidis Phoenissas (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma)

Scholia in Euripidem

Scholia Euripidem. Scholia Graeca in Euripidis Tragoedias, Vol. 3. Dindorf, Wilhelm, editor. Oxford: Oxford University Press, 1863.

1377.

ἐπεὶ δ’ ἀφείθη
: πρὸ γὰρ τῆς εὑρέσεως τῆς σάλπιγγος ἐν ταῖς μάχαις καὶ τοῖς μονομαχοῦσιν ἐν μέσῳ τις λαμπάδα καιομένην ἔρριπτε, σημεῖον τοῦ κατάρξασθαι τῆς μάχης. τούτῳ οὖν τῷ σημείῳ ἀντὶ σάλπιγγος κἀν τοῖς περὶ Ἐτεοκλέα χρόνοις ἐχρῶντο. A.C.M. ὕστερον δὲ μετὰ τὰ Τρωϊκὰ καὶ τὴν εἰς γῆν Ῥωμαίαν Αἰνείου κατοίκησιν Τυρρηνοὶ τὴν σάλπιγγα ἐφεῦρον ἐν τοῖς Ἰταλικοῖς πολέμοις, ὅθεν καὶ Τυρρηνὶς ἡ σάλπιγξ ἐκλήθη. τὸ οὖν τούτῳ αὐτὸν χρῆσθαι ἀντὶ σάλπιγγος ἀφ’ ἑαυτοῦ ἐμφαίνων ὁ ποιητής φησιν. οὐ γὰρ δεῖ εἰς τὸ τοῦ ἀγγέλου πρόσωπον τοῦτο ἀναφέρεσθαι, εἴ γε ὅλως οὔπω ᾔδεσαν τὴν σάλπιγγα. τὸ δὲ ἑξῆς, ἐπειδὴ ἀφείθη ἡ λαμπὰς εἰς σημεῖον τῆς φοινίας μάχης, ταυτὸ δηλοῦσα τῇ ὕστερον ἐπινοηθείσῃ ἠχῇ τῆς σάλπιγγος, δηλαδὴ τὸ κατάρχεσθαι τῆς μάχης. A.M. Ἄλλως. οἱ Ἕλληνες ἐπὶ τοῦ Τρωϊκοῦ πολέμου οὐκ ἐχρῶντο ταύτῃ. Ὅμηρος γοῦν αὐτὸς μὲν οἶδε τὴν σάλπιγγα, οὐ ποιεῖ δὲ χρωμένους σάλπιγγι τοὺς ἥρωας. πρῶτος δὲ Ἀρχώνδας συμμαχῶν τοῖς Ἡρακλείδαις
ἤγαγεν εἰς Ἕλληνας τὴν Τυρσηνικὴν σάλπιγγα. ἐχρῶντο οὖν κατὰ τὸ παλαιὸν ἐν τοῖς πολέμοις ἀντὶ σαλπιγκτῶν πυρφόροις· οὗτοι δὲ ἦσαν Ἄρεως ἱερεῖς, ἑκατέρας στρατιᾶς προηγούμενοι μετὰ λαμπάδος, ἣν ἀφιέντες εἰς τὸ μεταίχμιον ἀνεχώρουν ἀκίνδυνοι· καὶ
οὕτω συνέβαλλον αἱ στρατιαί. διεσώζοντο δὲ οἱ πυρφόροι, ὡς ἱεροὶ τοῦ θεοῦ, εἰ καὶ πάντες ἀπώλοντο· ὅθεν παροιμία ἐπὶ τῶν ἄρδην ἀπολλυμένων οὐδὲ πυρφόρος ἐσώθη. Ἄλλως. πυρσός ἐστιν ἡ λαμπὰς, ἣν ἀνατείνουσιν ἐν νυκτὶ σημεῖον τοῦ χρῆναι πολεμεῖν. νῦν δὲ οὐκ ἐπὶ τῆς λαμπάδος τέθεικε τὴν λέξιν, ἀλλ’ ἐπὶ σημείου ἁπλῶς· ἡμέρας γὰρ οὔσης περιττὸν ἦν λαμπάδι σημῆναι, ἀλλ’ αὐτῇ σάλπιγγι μόνον. Καὶ ἄλλως. ἀντὶ τοῦ μεγάλως, ὡς τῶν Τυρσηνῶν γεγωνότερον τῇ σάλπιγγι χρωμένων. ὁ δὲ νοῦς, ἐπεὶ δὲ ἀφείθη τὸ σημεῖον τῆς μάχης ὡς Τυρσηνικῆς σάλπιγγος ἠχὴ, σῆμα τῆς φονικῆς μάχης, ὥρμησαν δρόμον χαλεπὸν κατ' ἀλλήλων. A. B.M.I.

ἐπεὶ δ’ ἀφείθη
: πρὶν εὑρεθῆναι τὴν σάλπιγγα πρὸς τοὺς πολέμους λαμπάσιν ἐχρῶντο σημείῳ τοῦ κατάρξασθαι τῆς μάχης, ἃς ἔφερον δύο ἱερεῖς Ἄρεος, ἐξ ἑκατέρων ὄντες τῶν στρατευμάτων, οὓς καὶ μόνους ἀθώους ἐν μάχαις εἴων· ὅθεν καὶ παροιμία ἐπὶ τῶν ἄρδην ἀπολλυμένων λεγομένη οὐδὲ πυρφόρος ἐσώθη. ὕστερον δὲ πρὸς τοὺς Ἰταλικοὺς πολέμους Τυρσηνοὶ τὴν σάλπιγγα εὗρον, ὅθεν καὶ Τυρσηνικὴ σάλπιγξ κέκληται. ἐν δὲ τοῖς Ἐτεοκλέους χρόνοις
χρόνοις καὶ λαμπάσι καὶ σάλπιγξιν ἐχρῶντο. δῆλον δὲ ἐκ τοῦ πρόσθεν εἰρημένου τῷ ποιητῇ παιὰν δὲ καὶ σάλπιγγες ἐκελάδουν ὁμοῦ. Gu. Leid. Bar.