Scholia in Euripidis Phoenissas (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma)

Scholia in Euripidem

Scholia Euripidem. Scholia Graeca in Euripidis Tragoedias, Vol. 3. Dindorf, Wilhelm, editor. Oxford: Oxford University Press, 1863.

1355.

ἀρᾶς τ’ ἀγώνισμ’ Οἰδίπου
: τὸ κατάραμα. τουτέστιν, εἰπέ μοι πῶς ἀπέβη ἡ κατάρα τοῦ Οἰδίποδος. A.B.C. I. τοῖς παισὶν ὁ ἀγὼν πῶς πέπρακται, οἷον ὁ ἐκ τῆς ἀρᾶς πόλεμος· ἐκ γὰρ τοῦ Οἰδίποδος ταῦτ’ ἐνόσουν· ἢ τὸ ἀποτέλεσμα τῆς ἀρᾶς τοῦ πατρός. A. B. C.M. Ἄλλως. ὁ πόλεμός τε ὁ ἐκ τῆς ἀρᾶς τοῦ Οἰδίποδος αὐτοῖς ἐπιών. ἢ οὕτως, τὸ κατόρθωμα τῆς ἀρᾶς τοῦ Οἰδίποδος. A. οὐ μάτην ἄρα, φησὶν, ὁ Οἰδίπους κατηράσατο· εἰς ἔργον γὰρ ἐχώρησαν αἱ ἀραί. C. ἀγώνισμα ὁ ἀγὼν, ἤγουν ἡ πρᾶξις αὐτὴ τοῦ ἀγῶνος, ὥσπερ βάδισμα ἡ πορεία, καὶ ᾆσμα ἡ ᾠδή. ὥσπερ δὲ λέγεται ἔργον ἡ πρᾶξις, λέγεται δὲ καὶ τὸ πραττόμενον πρᾶγμα, οὕτω λέγεται ἀγώνισμα καὶ τὸ ἀποβαῖνον ἔργον ἀπὸ τοῦ ἀγῶνος, ὃ βούλεται δηλοῦν ἐνταῦθα· ἤγουν καὶ τὸ ἀνυσθὲν ἔργον τῶν καταρῶν τοῦ Οἰδίποδος, τουτέστιν ὃ ἤνυσεν ἡ κατάρα τοῦ Οἰδίποδος. Gr. Cant. ὁ γὰρ φόνος ἀγώνισμα καὶ οἷον κατόρθωμα ἦν τῶν Οἰδίποδος ἀρῶν. Gu.