Scholia in Euripidis Phoenissas (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma)

Scholia in Euripidem

Scholia Euripidem. Scholia Graeca in Euripidis Tragoedias, Vol. 3. Dindorf, Wilhelm, editor. Oxford: Oxford University Press, 1863.

1336.

οὐκ εὐπροσώποις
: εὐειδέσι, καλοῖς, φαιδροῖς. M. προοιμίοις οὐ καλοῖς, οὐκ εὐσχήμοσι. B. I. εὐπρόσωπον μειράκιον, ἤγουν εὐειδὲς, καὶ ἀπὸ τούτου εὐπρόσωπος λόγος ὁ πιθανὸς καὶ ἀρεστὸς φαινόμενος. οὕτω λέγεται καὶ τὸ εὐπρεπὲς, πρότερον μὲν ἐπὶ εἴδους, οἷον εὐπρεπὴς ἄνθρωπος, ὁ εὔστολος καὶ καλὸς καὶ μετὰ τοῦ πρέποντος παραστήματος ἔχων τὴν τῶν μελῶν ἁρμονίαν· εἶτα καὶ εὐπρεπὴς σκῆψις, ἡ ἁρμοδία καὶ εὐπρόσωπος δοκοῦσα, καὶ εὐπρεπὴς λόγος. ἐνταῦθα δὲ οὐκ ἐν εὐπροσώποις φησὶ φροιμίοις, ἀντὶ τοῦ οὐκ ἐν ἀγαθοῖς, μεταφέρων τὴν λέξιν ἐφ’ ἕτερον σημαινόμενον παρὰ τὰ προειρημένα· ὅτι μὲν γὰρ τὸ ἐν μειρακίῳ εὐπρόσωπον ἄλλο τι ἐστὶ παντί που δῆλον. δοκεῖ δὲ καὶ τὸ ἐν ἄλλοις λόγοις ἁπλῶς εὐπρόσωπον ἕτερόν τι εἶναι παρὰ τὸ ἐνταῦθα· ἐκεῖ μὲν γὰρ τὸ εὐπρόσωπον τὸ πιθανὸν φαίνεσθαι τὸν λόγον παρίστησι καὶ μηδὲν δοκοῦντα ἔχειν, ὅθεν ἂν αὐτοῦ τις ἐπιλάβοιτο, οὐκέτι δὲ καὶ τοιοῦτον αὐτὸν εἶναι
ἀσφαλίζεται, ἤγουν ἀνεπίληπτον· ἐνταῦθα δὲ τὸ μὴ ἀγαθὰ εἶναι τὰ προοίμια ἀκριβῶς παριστᾷ. Gr. Cant.

ἀρχὴ λόγου
: γρ. ἄρχει. C.