Scholia in Euripidis Phoenissas (scholia vetera et scholia recentiora Thomae Magistri, Triclinii, Moschopuli et anonyma)

Scholia in Euripidem

Scholia Euripidem. Scholia Graeca in Euripidis Tragoedias, Vol. 3. Dindorf, Wilhelm, editor. Oxford: Oxford University Press, 1863.

1185.

κῦλα
: τὰ ἄκρα τῶν ποδῶν. B. Gu. I. οἱ πόδες. Gr. Florr. omnes. καὶ τἄλλα μέρη. Gu. χεῖρες. καὶ κῶλα εἰπὼν
ἐπάγει ἑλίσσετο, πρὸς τὸ προσεχῶς οὐδέτερον ἀποδιδοὺς, ἢ πραγματικὴν ποιούμενος τὴν σύνταξιν. Gr. Fl. 5. 6. 9. 21. 56. 59. 76.

ὡς κύκλωμ’
: ὡς ὁ τροχὸς τοῦ Ἰξίονος, περὶ ὃν ἀεὶ στρέφεται. οὗτος γὰρ ὁ Ἰξίων διὰ τὸ τῆς Ἥρας ἐρασθῆναι ταύτην κατεδικάσθη τὴν τιμωρίαν. A. B.C.M.I.

Ἰξίονος
: ὁ Ἰξίων φόνον δράσας ὑπὸ τοῦ Διὸς ἀνηνέχθη ὑπ’ οὐρανὸν, καὶ μετὰ τὸ καθαρθῆναι ὕβρισε τὴν τοῦ Διὸς φιλίαν. ἐπεθύμησε γὰρ τῆς Ἥρας, καὶ λόγους προσήγαγεν αὐτῇ· ἡ δὲ θεὰ νεφέλην αὐτῷ παρεκοίμισεν εἰς ἑαυτὴν σχηματίζουσα, ᾗ δὴ συγκαθευδήσας ὁ Ἰξίων ἐπεκαυχήσατο τῇ συνουσίᾳ. καὶ Ζεὺς ἀγανακτήσας ἐταρτάρωσεν αὐτὸν καὶ τροχῷ προσέστησεν. C.

Ὁ Ἰξίων τροχῷ κατακριθεὶς τὴν τιμωρίαν ἔχει· ἀναβιβάζει γὰρ τὸν τροχὸν ἐν τόπῳ ὑψηλῷ. οὗτος δὲ πάλιν κατέρχεται. C. Ὁ Ἰξίων Λαπίθης ἦν τὸ γένος, ἠγάγετο δὲ Δίαν τὴν Ἠϊονέως θυγατέρα, τὸν δὲ πενθερὸν αὐτοῦ ἐλθόντα ἐπὶ τὰ ἕδνα συνεσκευάσατο. ὄρυγμα

γὰρ ποιήσας ἐν τῇ οἰκίᾳ καὶ γεμίσας πυρὸς ἐκεῖ τὸν Ἠϊονέα ἐνέβαλεν· ἐφ’ ᾧ ὁ θεὸς ἠγανάκτησεν. ὁ δὲ Ζεὺς ἐλεήσας τὸν Ἰξίονα, καὶ λαβὼν αὐτὸν ἐν τῷ ἰδίῳ ἱερῷ ἀφῆκε, μεταδιδοὺς αὐτῷ καὶ τῆς ἀθανασίας. ὃς ἀκολασταίνων ἰδὼν τὴν Ἥραν ἠράσθη αὐτῆς· μὴ φέρουσα δὲ ἡ Ἥρα τὴν μανίαν αὐτοῦ φησι τῷ Διΐ· ἐφ’ ᾧ ἀγανακτήσας ὁ Ζεὺς, βουλόμενός τε γνῶναι εἴ γε ἀληθές ἐστιν, ἀπείκασε τῇ Ἥρᾳ νεφέλην, ἣν ἰδὼν ὁ Ἰξίων, νομίσας τὴν Ἥραν εἶναι, μίγνυται αὐτῇ καὶ ποιεῖ παῖδα διφυῆ, τὰ μὲν ἀνθρώπου ἔχοντα, τὰ δὲ ἵππου, ἀφ’ οὗ καὶ οἱ λοιποὶ Κένταυροι γεγόνασιν. ὀργισθεὶς δὲ ὁ Ζεὺς ὑποπτέρῳ τροχῷ τὸν Ἰξίονα δήσας ἀφῆκε τῷ ἀέρι φέρεσθαι μαστιζόμενον καὶ λέγοντα, χρὴ τιμᾶν τοὺς εὐεργέτας. Οἱ μὲν ὅτι ἐταρτάρωσεν αὐτὸν, οἱ δὲ ὅτι καὶ πύρινος ἦν ὁ τροχός φασιν. A.C.M.

Οὗτος ὁ Ἰξίων, ὁμοδίαιτος ὢν τῷ Διῒ, ἐφωράθη τῆς Ἥρας ἐρῶν. θέλων οὖν ὁ Ζεὺς γνῶναι τὸν ἔρωτα νεφέλην παρεικάζει τῇ Ἥρᾳ, εἰς ἣν ὁρμήσας ὁ Ἰξίων δῆλον ἐποίησε τῷ Διῒ τὸν ἔρωτα· ὃς ὀργισθεὶς, δήσας αὐτὸν ἐν ταχυτάτῳ τροχῷ ἀφῆκεν ἐν ἀέρι περιελίσσεσθαι, καὶ δίκην οὕτω τίνειν τῆς ἀκολάστου γνώμης, βοῶντα ὡς χρὴ τοὺς εὐεργέτας τιμᾶν. ἐκ δὲ τῆς πρὸς τὴν νεφέλην τοῦ Ἰξίονος μίξεως γέγονεν ὁ Ἱπποκένταυρος, κεφαλὴν μὲν καὶ στῆθος καὶ χεῖρας ἀνθρώπου ἔχων, τὸ δὲ λοιπὸν σῶμα ἵππου, ὅν τις ἰδὼν τὴν ἀρχὴν οὕτως ἀτοπώτατον θέαμα εἶπεν ἀνὴρ ἀποπέρδεται ἵππον, ἵππος δ’ ἀπερεύγεται ἄνδρα. Gu. Bar.